147
οὐ γὰρ μόνον κόσμον φέρει τὸ τοιοῦτον, ὥσπερ ἄλλο τι τῶν ἀναθημάτων, ἀλλὰ καὶ τὴν ἰσχὺν τῆς πόλεως οὐχ ἥκιστα ἐπιδείκνυσι καὶ τὸ ἦθος. οὔτε γὰρ εὖ πάσχουσιν ὑπὸ πολλῶν οἱ τυχόντες οὔτε θέλουσιν οὔτε ἴσως δύνανται πολλοὺς τιμᾶν. ἔτι δὲ κἀκεῖνό ἐστιν· οὐ γὰρ μόνον διὰ τοῦτο πλείστους εἶναι παρʼ ὑμῖν ἀνδριάντας τοῦτο συμβέβηκεν, ἀλλʼ οἶμαι καὶ διὰ τὸ Ῥωμαίους πολλάκις πανταχόθεν εἰληφότας κατασκευὴν ἱερῶν καὶ βασιλείων μηδέποτε κινῆσαι τῶν παρʼ ὑμῖν μηδέν·
148
ὅπου καὶ Νέρων, τοσαύτην ἐπιθυμίαν καὶ σπουδὴν περὶ τοῦτο ἔχων, ὥστε μηδὲ τῶν ἐξ Ὀλυμπίας ἀποσχέσθαι μηδὲ τῶν ἐκ Δελφῶν, καίτοι πάντων μάλιστα τιμήσας ταῦτα τὰ ἱερά, ἔτι δὲ τοὺς πλείστους τῶν ἐκ τῆς ἀκροπόλεως Ἀθήνηθεν μετενεγκεῖν καὶ τῶν ἐκ Περγάμου πολλούς, αὐτῷ προσήκοντος ἐκείνου τοῦ τεμένους· περὶ μὲν γὰρ τῶν παρʼ ἄλλοις τί δεῖ λέγειν; τοὺς παρὰ μόνοις ὑμῖν εἴασε, καὶ τοσαύτην ἐπεδείξατο εὔνοιαν καὶ τιμὴν ἅμα πρὸς ὑμᾶς, ὥστε τὴν πόλιν ἅπασαν ἱερωτέραν κρῖναι τῶν πρώτων ἱερῶν.
149
ἴστε γὰρ Ἄκρατον ἐκεῖνον, ὃς τὴν οἰκουμένην σχεδὸν ἅπασαν περιελθὼν τούτου χάριν καὶ μηδὲ κώμην παρεὶς μηδεμίαν, ὡς κἀνθάδε ἧκε. λυπουμένων δʼ ὑμῶν, ὅπερ εἰκός, κατὰ θέαν ἔφη παρεῖναι· μηδὲ γὰρ ἔχειν ἐξουσίαν μηδενὸς ἅψασθαι τῶνἐνθάδε. τοιγαροῦν δίχα τοῦ κοινοῦ τῆς ὄψεως κόσμου καὶ δόξαν ὑμῖν ἑτέραν περιποιεῖ τὸ τῶν εἰκόνων πλῆθος. τῆς γὰρ πρὸς τοὺς ἡγουμένους φιλίας καὶ τῆς παρʼ ἐκείνων ἐντροπῆς ἀπόδειξις φαίνεται ταῦτα.