139
ἀλλʼ ἔγωγε ἀπορῶ τί δήποτε οὐχὶ καὶ νόμον τίθεσθε ἐπὶ τούτῳ καθʼ ὃν ἔσται τὸ λοιπόν, εἴπερ ὑμῖν ἀρέσκει. νὴ Δίʼ, αἰσχύνην γὰρ οὐ μικρὰν ἔχει νόμος τοιοῦτος ἐν τῇ πόλει κείμενος. εἶτα ὃ γράφειν αἰσχρὸν ἡγεῖσθε, τοῦτο ποιεῖν οὐκ αἰσχρόν ἐστι; καὶ πόσῳ κρεῖττον μὴ χρῆσθαί τισι τῶν φαύλως γεγραμμένων ἢ ποιεῖν; ἢ ποτέρους ἂν εἴποιτε βελτίους, τοὺς οὕτως ἔχοντας πρὸς τὰ ἄτοπα, ὥστε ἀπέχεσθαι καὶ δεδομένων, ἢ τοὺς οὐ συγκεχωρημένα πράττοντας;
140
ἀλλʼ ἔγωγε φαίην ἄν, ὁμολογουμένου τοῦ μηδαμῶς δεῖν μηδὲν ἄδικον πράττειν μηδὲ ἀπρεπές, παρʼ οἷς ἂν νόμῳ γίγνηται τὸ τοιοῦτον, ἥττονα ἂν ἔχειν κατηγορίαν ἢ παρʼ οἷς ἂν κατὰ ἔθος. πρῶτον μὲν γὰρ ὁ νόμος ῥητός ἐστι, καὶ οὐκ ἄν ποτε γένοιτο χείρων· οὐ γὰρ ἔστιν οὔτε ἀφελεῖν οὔτε προσθεῖναι τοῖς γεγραμμένοις· τὸ δέ γε ἔθος, ἂν ᾖ φαῦλον, ἀνάγκη καὶ φαυλότερον ἀεὶ γίγνεσθαι τῷ μὴ κατειλῆφθαι μηδὲ ὡρίσθαι.
141
λέγω δʼ οἷον εὐθὺς τοῦτό φασι τὴν ἀρχὴν λαβεῖν ἀπὸ τῶν συντετριμμένων καὶ οὐδὲ ἐφεστώτων ἔτι ταῖς βάσεσι· τούτοις γὰρ ἀποχρῆσθαι τοὺς στρατηγοὺς ἐπισκευάζοντας καὶ τρόπον τινὰ ἐξ ἀρχῆς ποιοῦντας ἑτέρους, εἶθʼ, ὅπερ λοιπόν, τοὺς ὑγιεῖς μέν, οὐκ ἔχοντας δὲ ἐπιγραφάς, ἐπιγράφεσθαι· καὶ τὸ λοιπὸν ἤδη καὶ τῶν ἐπιγεγραμμένων τινὰς τῶν σφόδρα παλαιῶν· ἔστω γὰρ ὃ λέγουσιν ἀληθές· εἰς ὕστερον ἀνάγκη μηδεμίαν εἶναι διάκρισιν· καὶ γὰρ ἐπὶ τῶν ἄλλων οὕτως ἔχει, δαπάνης, ἀκοσμίας, τρυφῆς·