136
καὶ μὴν ἐκεῖνό γε οὐδεὶς ἀγνοεῖ δήπουθεν, ὅσῳ δοκεῖ χαλεπώτερον τὸ διʼ ἄλλον τι πάσχειν τοῦ διʼ αὑτόν. οὐκοῦν ἐκ μὲν τοῦ νόμου συνέβαινεν, ἵναμή τινες ἔχωσι τὰς ἀτελείας, περὶ ὧν ὡς ἀναξίων ἔλεγεν, ἀποδοῦναι τοὺς λοιπούς· ἐκ δὲ τοῦ παρʼ ὑμῖν ἔθους, ἵνʼ ἄλλοι λάβωσι, τοὺς ἔχοντας ἀποστερεῖσθαι γίγνεται.
137
τῷ παντὶ δὲ τοῦτο τοῖς πάσχουσι βαρύτερον. εἰ τοίνυν ἐφʼ ὧν μάλιστα ἀναγκαῖόν ἐστιν, ἐπὶ τούτων βούλοιτό τις ἰδεῖν, τίνας ἀδικεῖ τοῦτο τὸ ἔθος καὶτίνας ἔμελλε λυπήσειν ἐκεῖνος ὁ νόμος, ἀφελὼν τοὺς μὴ μόνον ἔχοντας ἀτέλειαν, ἀλλὰ καὶ τῆς εἰκόνος τετυχηκότας, οὕτω σκοπείτω τοὺς λοιποὺς ἑκατέρων. οὗτοι μὲν γὰρ τρόπον τινὰ οὐδὲ ἔπασχον οὐδέν· ὃ γὰρ εἰλήφεσαν ἐν προσθήκης μέρει, τοῦτο ἀπώλλυον, τῆς μείζονος δωρεᾶς αὐτοῖς τηρουμένης· ἐπὶ δὲ τῶν ἄλλων ἴσος ἂν γένοιτο ὁ λόγος. ἀλλʼ ἔστι μὲν δῆλον καὶ αὐτόθεν οἶμαι τὸ πρᾶγμα· ὅσῳ γὰρ τὸ τῆς εἰκόνος μεῖζον ἢ τὸ τῆς ἀτελείας, τοσούτῳ κρείττονες οἱ τούτου τυχόντες· ἔτι δʼ ἂν οὕτω γένοιτό γε ὁ λόγος φανερώτερος·
138
ἡ μὲν γὰρ ἀτέλεια τοὺς λαβόντας εὐπορωτέρους ποιεῖ, καὶ οὗτοι μάλιστα ἐπιθυμοῦσιν αὐτῆς οἵτινες ἂν ὦσι περὶ χρήματα ἐσπουδακότες· ἡ δὲ εἰκὼν τὸ σεμνὸν μόνον ἔχει καὶ τὸ τῆς τιμῆς. ὅσῳ δὴ πάντες εἴποιμεν ἂν κρείττους τοὺς προῖκα καὶ δόξης μᾶλλον ἕνεκεν αἱρουμένους εὖ τινας ποιεῖν τῶν ἐπʼ ἀργυρίῳ καὶ διὰ κέρδος, τοσούτῳ φαίην ἂν ἔγωγε οὐ μόνον ἀμείνους ἀνθρώπους ἀδικεῖν τοῦτο τὸ ἔθος, ἀλλὰ καὶ ὑπὸ βελτιόνων ὑμᾶς κωλύειν εὖ πάσχειν ἤπερ ἐκείνους ὁ νόμος.