119
καθάπερ εἴ τις ἀθλητὴν πείθων ἀπειπεῖν καὶ προέσθαι τὸν στέφανον ἀργυρίου λέγοι πρὸς αὐτόν, Οὐχ ὁρᾷς ἐκεῖνον τὸν παραχωρήσαντα πρὸ σοῦ μαστιγούμενον; ἢ νὴ Δία εἴ τις τῶν ὑποκριτῶν τινι δεικνὺς τοὺς ἐκπίπτοντας καὶ συριττομένους τοιαῦτα παραμυθοῖτο, Ὅπως μηδὲ σὺ προσέξεις, ἀλλʼ ὁμοίως ἀγωνιεῖ. καὶ νῦν ὑμῖν σχεδὸν ἐκεῖνοι λέγουσιν, Οὐχ ὁρᾶτε τοὺς Ἀθηναίους ὡς ἀσχημονοῦσιν, ὡς κακῶς ἀκούουσιν, ὡς παράδειγμα πᾶσίν εἰσι τῆς ἀγεννείας καὶ τῆς ὕβρεως, ἣν ὑβρίζουσιν εἰς τὴν πατρίδα;
120
καίτοιπότερον θῇ τις αὐτοὺς ἀνταγωνιστὰς ὑμῶν, ὥσπερ ἀξιοῦσιν, ἢ μᾶλλον, ὃ τῷ παντὶ βέλτιον καὶ δικαιότερον, καὶ τούτους καὶ τοὺς Λακεδαιμονίους καὶ πάντας τοὺς ὁμοίους μέρος ὑμέτερον ἢ ὑμᾶς ἐκείνων; ἀλλʼ οὔτε τοὺς ἀνταγωνιστὰς ἁμαρτάνοντας εὔλογόν ἐστι μιμεῖσθαι, τοὐναντίον δὲ τοσούτῳ μᾶλλον κατορθοῦν, ἵνα τῷ παντὶφαίνησθε προέχοντες αὐτῶν, καὶ μὴ μόνον διὰ τὴν ἐκείνων κακίαν, ἀλλὰ καὶ διὰ τὴν αὑτῶν ἀρετὴν εὐδοκιμῆτε· οὔτε τοὺς οἰκείους καὶ προσήκοντας, ἀλλὰ μάλιστα μὲν κωλύειν, εἰ δʼ οὖν, αὐτούς γε πειρᾶσθαι τοῖς ἑαυτῶν ἔργοις τὰ ἁμαρτήματα ἐκείνων ἐλάττω ποιεῖν.