115
νὴ Δίʼ, ἀλλʼ αἰσχρόν, εἰ τοσαύτην στενοχωρίαν ὁμολογήσομεν, καὶ Ῥοδίων οὐκ ἄξιον. καὶ τίς οὐκ ἂν εὖ φρονῶν ἕλοιτο πένης δοκεῖν μᾶλλον ἢ πονηρός; ἢ τὸ νυνὶ γιγνόμενον ἧττονὑμῖν δοκεῖ τινος αἰσχρὸν εἶναι, τὸ τοὺς ἀνδριάντας ὑμῶν δύνασθαί τινα διηγεῖσθαι, καθάπερ τὰς οἰκίας, ὅτι πρότερον μὲν ἦν αὕτη τοῦ δεῖνος, νῦν δὲ τοῦ δεῖνος γέγονεν, ἂν δʼ οὗτος τελευτήσῃ, πάλιν ἔσται τοῦ κληρονομήσαντος ἢ τοῦ πριαμένου; καίτοι τὴν εἰκόνα οὐκ ἔστιν οὐδενὶ δικαίῳ μεταθεῖναι, καθάπερ τὴν οἰκίαν.
116
ἤδη τοίνυν ἤκουσά τι καὶ τοιοῦτόν τινος ἀποσχεδιάζοντος, ὅτι καὶ παρʼ ἑτέροις ἰδεῖν ἔστι τοῦτο γιγνόμενον· πάλιν δὲ ἑτέρου, ὡς καὶ παρʼ Ἀθηναίοις πολλὰ πράττεται νῦν, οἷς οὐκ ἀπεικότως ἄν τις ἐπιπλήξειεν, οὐ περὶ τὰ ἄλλα μόνον, ἀλλὰ καὶ περὶ τὰς τιμάς· οἵ γε τὸν δεῖνα μὲν Ὀλύμπιον κεκλήκασιν οὐδὲ φύσει πολίτην ἑαυτῶν, Φοίνικα δὲ ἄνθρωπον οὐκ ἀπὸ Τύρου καὶ Σιδῶνος, ἀλλʼ ἀπὸ κώμης τινὸς ἢ τῆς ἠπείρου, καὶ ταῦτα πιττούμενον τοὺς βραχίονας καὶ περιδήματα φοροῦντα· τὸν δεῖνα δὲ τὸν εὐχερῆ λίαν ποιητήν, ὃς καὶ παρʼ ὑμῖν ποτε κἀνθάδε ἐπεδείξατο, οὐ μόνον χαλκοῦν ἑστάκασιν, ἀλλὰ καὶ παρὰ Μένανδρον. λέγειν δὲ εἰώθασιν οἱ διασύροντες τὴν πόλιν καὶ τὸ ἐπίγραμμα τὸ ἐπὶ τῆς Νικάνορος εἰκόνος, ὃς αὐτοῖς καὶ τὴν Σαλαμῖνα ἐωνήσατο.