109
καίτοι φέρε, εἴ τις ὑμῖν ἔλεγεν ὡς ἄρα ἀποδόσθαι προσήκει τοὺς πολλοὺς αὐτῶν, ἵνα εὐπορήσητε χρημάτων, οὐκ ἔστιν ὅπως οὐκ ἂν ἀνδράποδον ἡγήσαισθε εἶναι τὸν λέγοντα. νῦν τοίνυν αὐτὸ τοῦτο ποιεῖτε· ὅσου γὰρ ἀνδριὰς γένοιτʼ ἄν, τοσοῦτον ἐφʼ ἑκάστῳ κερδαίνετε· πλὴν ὅτι γε αὑτοῖς ἀποδίδοσθε αὐτοὺς καὶ οὐκ ἐπʼ ἐξαγωγῇ, καθάπερ οἶμαι τὰ σφόδρα πονηρὰ ἀνδράποδα. καθόλου δὲ εὖ ἴστε ὅτι μηδέν ἐστι τῶν τοιούτων μέγα μηδὲ τίμιον ἄλλως, εἰ μὴ παρὰ τοὺς διδόντας, ἐὰν διδῶσιν ὡς τοιοῦτον. εἰ δὲ τῶν ὄντων ὅ,τι ἂν θέλῃ τις ῥᾳδίως καὶ τῷ τυχόντι παρέχοιεν, ταχὺ δόξει τοῦ μηδενὸς ἄξιον.
110
διὰ τοῦτο σεμνότερόν ἐστι τὸ παρʼ ὑμῖν κληθῆναι εἰς προεδρίαν ἅπαξ τῆς παρʼ ἑτέροις εἰκόνος. καὶ τὸ μὲν ὑμᾶς καθημένους ἐπαινέσαι λαμπρόν· ἄλλοι δὲ οὐδὲ ἂν διαρραγῶσι κεκραγότες οὐ δοκοῦσιν ἱκανῶς τιμᾶν. τὸν Ὀλυμπίασι στέφανον ἴστε δήπουθεν ἐλάϊνον ὄντα, καὶ τοῦτον πολλοὶ προτετιμήκασι τοῦ ζῆν, οὐχὶ τῆς ἐκεῖ φυομένης ἐλαίας ἐχούσης τι θαυμαστόν, ἀλλʼ ὅτι μὴ ῥᾳδίως μηδʼ ἐπὶ μικρῷ δίδοται. τοιγαροῦν ἔγγιστα ἐφʼ ἡμῶν, ὡς ἐπίστασθε, τῶν αὐτοκρατόρων τις οὕτω σφόδρα ἡττήθη τοῦ πράγματος καὶ ἐπεθύμησε τῆς ἐκεῖ νίκης ὥστε καὶ ἀγωνίσασθαι παρʼ Ἠλείοις, καὶ τοῦτον ὅρον ἡγήσασθαι τῆς εὐδαιμονίας. εἰ δέ γε πάντας ἐστεφάνουν τοὺς ἐπὶ τὴν θέαν ἀφικνουμένους τῶν ἡγουμένων, τίνα ἂν ζῆλον ἢ ποίαν ἔτι δόξαν ἔσχεν ὁ στέφανος;