107
ταῦτα δέ ἐστι μὲν ἀληθῆ, μᾶλλον δὲ ὀφείλετε ἀποστῆναι διʼ αὐτὰ τοῦ πράγματος. τούς τε γὰρ λόγον ἔχοντας τῆς παρʼ ὑμῖν εἰκόνος εἰκός ἐστι μὴ παραπέμπειν μηδὲ τὸ πῶς αὐτῆς τυγχάνουσιν, ἀλλʼ ἅμα καὶ τὴν διάνοιαν τὴν ὑμετέραν σκοπεῖν· τούς τε ἐπίφθονον εἶναι τὴν εὐπορίαν τῆς πόλεως ὁμολογοῦντας οὐκ εἰκὸς ἦν ὑπολογίζεσθαι τὸ τῆς δαπάνης. οὐ γάρ τοι τοσούτῳ διὰ τοῦτο πλείους τιμᾶτε τῶν ἄλλων ὅσῳ πλείονα ἐκείνων κέκτησθε. καὶ μὴν τῶν γε αὐτοκρατόρων καὶ νῦν ποιεῖσθε εἰκόνας, καὶ τῶν ἄλλων δὲ τῶν ἐπʼ ἀξιώματος. οὐδὲ γὰρ ὑμᾶς λέληθεν ὡς οὐδέν ἐστι τὸ τοῦτον ἵστασθαι τὸν τρόπον. ἵνʼ οὖν τίνας τιμήσητε, λοιπὸν οὕτως αἰσχρὸν καὶ ἀνάξιον ὑμῶν αὐτῶν ἔργον διαπράττεσθε;
108
εἰ μὲν γὰρ ἅπασιν ὁμοίως προσεφέρεσθε δίχα τῶν αὐτοκρατόρων, οὐκ ἂν οὕτως ἠλέγχεσθε. νῦν δʼ εἰσὶν οὓς αὐτοὺς ἵστατε· ὥστε τοῖς ἄλλοις εἶναι φανερὸν ἐκ τούτων ὅτι οὐ τιμᾶτε αὐτούς. εἰ δὲ τῶν πολλῶν καὶ τῶν μηδένα ὠφελησάντων εἰσὶν οὗτοι, τίνος χάριν ἀσχημονεῖτε; ἢ τί βουλόμενοι τούτους θεραπεύετε, καὶ ταῦτα ἐνὸν ὑμῖν ἄλλως ἐπιμελεῖσθαι; καὶ γὰρ ξένια πλείω καὶ τὸ τῆς ὑποδοχῆς ἐλευθέριον τοῖς πολλοῖς ἱκανόν, κἂν βελτίων ᾖ τις, ἔτι καὶ ψήφισμα ἤρκεσεν ἁπλοῦν, ᾧ εἰς τὸ πρυτανεῖον ἢ εἰς προεδρίαν ἐκλήθη. νυνὶ μὲν γὰρ δοκεῖτε, ὥσπερ οἱ σφόδρα γέμοντες τῶν ναυκλήρων καὶ χειμαζόμενοι διὰ τοῦτο, ἐκβολὴν ποιεῖσθαι τῶν ἀνδριάντων.