98
καὶ μηδεὶς ἐκεῖνο ὑπολάβῃ· τί οὖν; ἡμεῖς τοὺς ἀνδριάντας ἀφανίζομεν ἢ ῥιπτοῦμεν; ἀλλʼ ἀτιμάζετε ἐκείνους ὧν εἰσι καὶ ἀφαιρεῖσθε τοὺς ἔχοντας, ὅπερ καὶ τότε δεινὸν ἔδοξε τῷ θεῷ· ἐπεὶ τοῦ χαλκοῦ οὐκ εἰκὸς ἦν φροντίσαι αὐτόν. μὴ τοίνυν τοῦ Θασίου μὲν ἡγεῖσθε ὑβρισθέντος οὕτως ἀγανακτῆσαι τὸ δαιμόνιον, τῶν δὲ παρʼ ὑμῖν τετιμημένων μηδένα θεοφιλῆ εἶναι μηδὲ ἥρωα.
99
οὐ τοίνυν οὐδὲ τοῦτο ἔστιν εἰπεῖν ὡς οὐκ ἂν καὶ πρὸς ἔχθραν ὑπʼ ἐνίων τοῦτο γένοιτο, ἐὰν ἄρα τύχῃ τις τῶν στρατηγούντων μισῶν τινα τῶν πρὸ αὐτοῦ. τὸ γοῦν τοῦ Θεαγένους ἀκηκόατε ὡς συνέβη διὰ τὸν φθόνον καὶ τὴν ζηλοτυπίαν τὴν ἐκ τῆς πολιτείας. καὶ γὰρ εὶ νῦν ἐπὶ μόνοις τοῖς παλαιοῖς αὐτό φασι ποιεῖν, χρόνου γε προϊόντος, ὥσπερ ἐπὶ πάντων ἀεὶ συμβαίνει τῶν φαύλων ἐθῶν, ἀνάγκη καὶ τοῦτʼ ἐπὶ πλέον προελθεῖν. οὐδὲ γὰρ οὐδʼ αἰτιάσασθαι οἷόν τε, ἐπ̓αὐτῷ γε ὅλου τοῦ πράγματος ὄντος. νὴ Δίʼ , ἀλλὰ κωλύσουσιν οἱ προσήκοντες. ἐὰν οὖν ἀπόντες ἢ ἀγνοήσαντες τύχωσιν, ὅταν γνῶσι, τί ποιήσομεν; ἆρά γε δεήσει τοῦτον ἐκχαράττειν πάλιν, ὃν ἂν φθάνῃ τις ἐπιγράψας;