91
λοιπὸν οὖν τῶν δύο θάτερον, ἢ τῷ σφόδρα εἶναί τινας μεγάλους καὶ κατʼ ἀλήθειαν ἥρωας οὐκ ᾤοντο δεῖν ἐπιγράφειν, ὡς ἂν ἅπασι γνωρίμους ὄντας, ἡγούμενοι διὰ τὴν ὑπερβολὴν τῆς τότε οὔσης δόξης εἰς ἅπαντα καὶ τὸν αὖθις χρόνον παραμενεῖν τὸ ὄνομα· ἢ τινων ἡμιθέων ἢ καὶ θεῶν ὄντας ὕστερον ἀγνοηθῆναι διὰ τὸν χρόνον. τοὺς γὰρ θεοὺς ἐπιγράφειν οὐκ ἔστιν ἔθος· ὡς ἔγωγε οὐκ ἀπελπίζω καὶ τῶν ἄλλων τινὰς εἶναι τοιούτους.
92
ἐν γοῦν Θήβαις Ἀλκαῖος ἀνάκειταί τις, ὅν Ἡρακλέα φασὶν εἶναι, πρότερον οὕτω καλούμενον· καὶ παρʼ Ἀθηναίοις Ἑλευσινίου μύστου παιδὸς εἰκὼν οὐκ ἔχουσα ἐπιγραφήν· κἀκεῖνον εἶναι λέγουσιν Ἡρακλέα. καὶ παρʼ ἑτέροις οἶδα πολλοὺς τοὺς μὲν ἡμιθέων, τοὺς δὲ ἡρώων ἀνδριάντας, οἷον Ἀχιλλέως,Σαρπηδόνος, Θησέως, διὰ τοῦτο ἀρχῆθεν οὐκ ἐπιγραφέντας· καὶ Μέμνονος ἐν Αἰγύπτῳ κολοσσὸν εἶναι λέγουσιν. ἀλλʼ ἐπʼ ἐνίων μὲν ἡ δόξα παρέμεινε καὶ διεφύλαξε τὴν φήμην ὁ χρόνος· οὐ μὴν ἐπὶ πάντων συνηνέχθη διʼ ἣν δήποτʼ οὖν αἰτίαν.