86
καὶ μὴν ἐάν τις ἓν μόνον ἐκχαράξῃ ῥῆμα ἀπὸ στήλης τινός, ἀποκτενεῖτε αὐτόν, οὐκέτι ἐξετάσαντες ὅ, τι ἦν ἢ περὶ τίνος, καὶ εἰ δή τις ἐλθὼν οὗ τὰ δημόσια ὑμῖν γράμματά ἐστι κεραίαν νόμου τινὸς ἢ ψηφίσματος μίαν μόνην συλλαβὴν ἐξαλείψειεν, οὕτως ἕξετε ὥσπερ ἂν εἴ τις ἀπὸ τοῦ ἅρματός τι καθέλοι. οὐκοῦν ὁ τὴνἐπιγραφὴν ἀναιρῶν εἰκόνος τινὸς ἧττόν τι ποιεῖ τοῦ τὴν στήλην ἀποχαράττοντος; καὶ μὴν ὅλον γε ἐξαλείφει τὸ ψήφισμα, καθʼ ὃ τὴν τιμὴν ἐκεῖνος ἔλαβε, μᾶλλον δὲ ἄκυρον ποιεῖ γεγραμμένον. ἀλλʼ εἴ τις καταδικασθεὶς ὑπὲρ ὅτου δήποτε καὶ ζημίαν τινὰ ὀφλών, λαθὼν ἢ διαπραξάμενος ἐξαλείψειεν ἑαυτόν, καταλύειν δόξει τὴνπολιτείαν· ὥστε δεινότερον ὑμῖν δοκεῖ τὸ ζημίας τινὰ ἀπαλλάττειν αὑτὸν τοῦ τιμῆς ἀποστερεῖν ἄλλον.
87
οὐ τοίνυν οὐδὲ ἐκεῖνό ἐστιν ἀφετέον, ἐπείπερ τοὺς λόγους ὡς ἐπʼ ἀσεβήματι ἐποιησάμην. ἐπίστασθε γὰρ σαφῶς ὅτι ἅπασα μὲν ἡ πόλις ἐστὶν ἱερά, τῶν δὲ ἀνδριάντων πολλοὺς ἂν εὕροιτε τῶν ἐν αὐτοῖς τοῖς ἱεροῖς ἑστηκότωντοῦτο πεπονθότας. καὶ γὰρ ἀρχαιοτάτους συμβέβηκε τούτους εἶναι καὶ τῶν στρατηγῶν ὃν ἂν ἕκαστος ἐθέλῃ θεραπεύειν, ὡς ὑμῶν τιμώντων, φιλοτιμεῖται τοῦτον ὡς κάλλιστα ἑστάναι. καὶ τί δεῖ λόγων; οἶμαι γὰρ μηθένα ἂν ἀντειπεῖν ὅτι καὶ τῶν οὕτως κειμένων, εἰ καὶ μὴ καθάπερ ἐγὼ νῦν ἔλεγον, οἱ πλείους εἰσὶ μετωνομασμένοι, τινὲς δʼ οἶμαι καὶ σφόδρα ἐγγὺς παρεστῶτες τοῖς θεοῖς.