83
καὶ τοίνυν ἐὰν εἴπῃ τις εἰσελθὼν ὅτι πεφώραταί τις ξένος ἢ καὶ πολίτης ἢ χεῖρα ἢ δάκτυλον ἀφαιρῶν ἀνδριάντος, βοήσεσθε καὶ παραχρῆμα ἐπιθεῖναι κελεύσετε ἐπὶ τὸν τροχόν. καίτοι χειρὸς μὲν ἀφαιρεθείσης ἢ δόρατος ἢ φιάλης, ἐὰν τύχῃ κρατῶν, ἡ τιμὴ μένει καὶ τὸ σύμβολον ἔχει τῆς ἀρετῆς ὁ τιμηθείς, ὁ δὲ χαλκὸς μόνος ἐλάττων γέγονεν· τῆς δὲ ἐπιγραφῆς ἀνῃρημένης ἀνῄρηται δήπουθεν ἡ μαρτυρία καὶ τὸ δοκεῖν ἄξιον ἐπαίνου γεγονέναι τὸν ἄνθρωπον.
84
βούλομαι τοίνυν, ὅπερ Ἀθήνησι μὲν οἶδα γιγνόμενον, οἶμαι δὲ κἀνταῦθα γίγνεσθαι κατὰ νόμον πάνυ καλῶς ἔχοντα, εἰπεῖν πρὸς ὑμᾶς. ἐκεῖ γὰρ ὅταν δημοσίᾳ τινὰ δέῃ τῶν πολιτῶν ἀποθανεῖν ἐπʼ ἀδικήματι, πρότερον αὐτοῦ τὸ ὄνομαἐξαλείφεται. τίνος ἕνεκα; ἑνὸς μέν, ὅπως μηκέτι δοκῶν πολίτης εἶναι πάσχῃ τι τοιοῦτον, ἀλλʼ ὡς δυνατὸν ἀλλότριος γεγονώς·
85
εἶτʼ οἶμαι καὶ τῆς τιμωρίας αὐτῆς τοῦτο μέρος οὐκ ἐλάχιστον δοκεῖ, τὸ μηδὲ τὴν προσηγορίαν ἔτι φαίνεσθαι τοῦ προελθόντος εἰς τοῦτο κακίας, ἀλλʼ ἠφανίσθαι παντελῶς, καθάπερ οἶμαι τὸ μὴ θάπτεσθαιτοὺς προδότας, ὅπως μηδὲν ᾖ σημεῖον εἰς αὖθις ἀνδρὸς πονηροῦ. φέρε οὖν, ἐὰν εἴπῃ τις ἐπὶ τοῖς εὐεργέταις τοῦτο γίγνεσθαι παρʼ ὑμῖν, ὃ παρὰ πολλοῖς ἔθος ἐστὶν ἐπὶ τοῖς κακούργοις, ἆρʼ οὐ σφόδρα ἀλγήσετε; μὴ τοίνυν ἀχθεσθῆτε τῷ νῦν αὐτὸ δοκοῦντι εἰρηκέναι· τοῦ γὰρ μηκέτι μηδʼ ἀεὶ λέγεσθαι γένοιτʼ ἂν ὑμῖν αἴτιος.