73
ἐγὼ δʼ ὅτι μὲν οὐκ εἴ τινες ἀγνοοῦσι προσήκοντας ἑαυτοῖς ἐνίους τούτων, ὅπερ εἰκός, διὰ τοῦτο ἔλαττον ἀδικοῦνται τῶν προγόνων ἀτιμαζομένων, ἀφίημι· χαλεπώτερον δὲ ἄλλως εἶναί μοι δοκεῖ τὸ γιγνόμενον εἰς ἐκείνους, οἷς μηδὲ ἔστιν οἰκεῖος μηδὲ εἷς ἔτι. καὶ γὰρ τῶν ζώντων δοκεῖ δεινότερον εἶναι τούτους ἀδικεῖν οἷς μηδὲ εἷς ἔστιν ὁ βοηθῶν ἔτι. ἐπεὶ κατά γε τοῦτο λεγέτωσαν μηδὲν εἶναι χαλεπὸν μηδὲ τὸ τοὺς ὀρφανοὺς βλάπτειν τοὺς παντάπασιν ἐρήμους, οἳ μήτε ἑαυτοῖς ἀμύνειν δύνανται μήτε ἄλλον ἔχουσι τὸν κηδόμενον. ἀλλὰ ὑμεῖς τοὐναντίον καὶ μᾶλλον ἐπὶ τούτοις ἀγανακτεῖτε καὶ δημοσίᾳ καθίστασθε ἐπιτρόπους, ὅπως μηδὲν ἀδικῶνται.
74
καθόλου δὲ πάντων ὧν μέλλουσιν ἐρεῖν λόγων οὐδενὸς ἔχοντος ἐπιεικὲς οὐδέν, ὁ τοιοῦτός ἐστιν ἀτοπώτατος, ὡς ἄρα οὐδενὸς ἅπτονται τῶν γνωρίμων ἀνδριάντων οὐδὲ οὓς ἐπίσταταί τις ὧν εἰσιν, ἀλλὰ ἀσήμοις τισὶ καὶ σφόδρα παλαιοῖς καταχρῶνται. καθάπερ εἴ τις λέγοι μηδένα τῶν ἐπιφανῶν ἀδικεῖν πολιτῶν, ἀλλὰ τοὺς δημοτικοὺς καὶ οὓς μηδεὶς οἶδεν. καίτοι μὰ τὸν Δία οὐχ ὅμοιον. ἐν μὲν γὰρ τοῖς ζῶσι καὶ διʼ εὐγένειαν καὶ διʼ ἀρετὴν ἄλλος ἄλλου φανερώτερός ἐστι, καὶ διὰ πλοῦτον τοῦτο συμβαίνει καὶ διʼ ἑτέρας προφάσεις ἀξιολόγους· ἐπὶ δὲ τῶν εἰκόνων μὴ τοὐναντίον λέγοι τις ἂν ὥς εἰσιν αὗται βελτιόνων ἀνδρῶν. οὐ γὰρ δι’ ἀγένειαν ἢ κακίαν τινὰ οὐκ ἐπιστάμεθα αὐτούς, οἵ γε τῶν αὐτῶν τοῖς λαμπροτάτοις τετεύχασιν, ἀλλὰ διὰ μῆκος χρόνου τοῦτο γέγονεν.