56
μὴ τοίνυν εἰ ἐκεῖνα μὲν ἔστιν ἀνελέσθαι τοῖς θεῖσι, τῆς εἰκόνος δὲ οὐθεὶς οὕτως ἐστὶ τῆς ἑαυτοῦ κύριος, καὶ μὴ τὸ πρᾶγμα ἀνόμοιον ἡγήσησθε· τὸ γὰρ μὴ πάντʼ εὐθὺς τῆς πόλεως εἶναι τὰ ἐν κοινῷ κείμενα καὶ δημοσίας ἀπογραφῆς τυχόντα δεῖξαι βουλόμενος ὡς τύπῳ κατὰ τοῦτο ἐχρησάμην. τὸ μέντοι μηθένα πρὸς ἄλλο τι τὴν εἰκόνα ἔχειν ἢ τὸ ἑστάναι παρʼ ὑμῖν, ᾧ μόνῳ διαφέρουσιν οὗτοι τοι τῶν ἐκεῖ τὰ χρήματα τιθέντων, ἔτι μᾶλλον ὑπὲρ αὐτῶν ἐστιν. ἃ γὰρ μηδὲ τοῖς λαβοῦσιν ἔξεστιν ἀνελεῖν, ἦπου γε τοῖς δεδωκόσιν ἐξεῖναι προσήκει;
57
καθόλου δὲ ἄλλως ἔγωγε φιλονικεῖν ἔοικα πρὸς τὸν εἰπόντα δὴ ὡς τῆς πόλεως πάντες εἰσὶν οἱ ἀνδριάντες. ἐπεὶ τοῦτό γε οὐθέν ἐστι σημεῖον ὡς οὐκ ἔστιν ἄτοπον τὸ γιγνόμενον. τὰ γοῦν ἐν τοῖς ἱεροῖς ἀναθήματα, ἃ κατασκευάσασα ἡπόλις ἐκ τῶν ἰδίων ἀνατέθεικεν, οὐκ ἂν οὐδεὶς ἀμφισβητήσειεν ὡς οὐ δημόσιά ἐστιν. ἆρʼ οὖν οὐχὶ δεινόν, εἰ καταχρησόμεθα τούτοις πρὸς ἄλλο τι; νὴ Δία, ταῦτα γάρ ἐστιν ἀναθήματα. αἱ δʼ εἰκόνες τιμαί· κἀκεῖνα δέδοται τοῖς θεοῖς, ταῦτα δὲ τοῖς ἀγαθοῖς ἀνδράσιν, οἵπερ εἰσὶν ἔγγιστα αὐτῶν.