47
ἴσως οὖν ἐρεῖ τις ὡς οἵ γε ἀνδριάντες τῆς πόλεώς εἰσιν. καὶ γὰρ ἡ χώρα τῆς πόλεως, ἀλλʼ οὐθὲν ἧττον τῶν κεκτημένων ἕκαστος κύριός ἐστι τῶν ἑαυτοῦ. καὶ κοινῇ μὲν ἐὰν πυνθάνηταί τις τίνος ἐστὶν ἡ νῆσος ἢ τίνος ἡ Καρία, φήσουσι Ῥοδίων. ἐὰν δὲ ἄλλως ἐρωτᾷς, τουτὶ τὸ χωρίον ἢ τόνδε τὸν ἀγρόν, δῆλον ὅτι πεύσῃ τοῦ δεσπότου τὸ ὄνομα. οὕτως καὶ τὰς εἰκόνας ἁπλῶς μὲν πάσας Ῥοδίων εἶναι λέγουσιν, ἰδίᾳ δὲ ἑκάστην τοῦ δεῖνος ἢ τοῦ δεῖνος, ᾧ ἄν ποτε ᾖ δεδομένη. καίτοι τὰ μὲν χωρία καὶ τὰς οἰκίας καὶ τἄλλα κτήματα οὐκ ἂν εἰδείης ὧν ἐστιν, εἰ μὴ πυθόμενος· ἡ δὲ εἰκὼν ἐπιγέγραπται, καὶ οὐ μόνον τὸ ὄνομα, ἀλλὰ καὶ τὸν χαρακτῆρα σῴζει τοῦ λαβόντος, ὥστʼ εὐθὺς εἶναι προσελθόντα εἰδέναι τίνος ἐστίν.
48
λέγω δὲ ἐφʼ ὧν ἔτι μένει τἀληθές. καὶ μὴν τό γε ἐν κοινῷ κεῖσθαι γελοιότατόν ἐστιν, εἴ τις ἄρα σημεῖον ἡγεῖται τοῦ μὴ τῶν εἰληφότων αὐτὰς ὑπάρχειν, ἀλλὰ τῆς πόλεως. οὕτω μὲν γὰρ ἐξέσται. λέγειν καὶ τὰ ἐν μέσῳ τῆς ἀγορᾶς πιπρασκόμενα τοῦ δήμου εἶναι, καὶ τὰ πλοῖα δήπουθεν οὐχὶ τῶν κεκτημένων, ἀλλὰ τῆς πόλεως, ἐπείπερ ἐν τοῖς λιμέσιν ἕστηκεν. ὅ τοίνυν ἤκουσά τινος ὑπὲρ τούτου λέγοντος ὡς ἰσχυρότατον, οὐκ ἂν ἀποκρυψαίμην, ὅτι δημοσίᾳ τοὺς ἀνδριάντας ἀπεγράψασθε ὑμεῖς. τί οὖν τοῦτό ἐστιν; καὶ γὰρ τὴν ἄντικρυς χώραν καὶ Κάρπαθον ταύτην καὶ ἤπειρον, ἑτέρας νήσους καὶ καθόλου πολλὰ ἔστιν εὑρεῖν, ἃ κοινῇ μὲν ἀπεγράψατο ἡ πόλις, διῄρηται δὲ εἰς τοὺς κατὰ μέρος.