41
νὴ Δία, ἀλλὰ δαπανήσομεν, εἰ μὴ τοῖς οὖσι χρησόμεθα καὶ πολλῶν δεήσει χρημάτων, ἐὰν πᾶσι κατασκευάζωμεν ἀνδριάντας ὅσοις ψηφιζόμεθα. καὶ πόσῳ κρεῖττον ἐλάττοσι διδόναι τὴν δωρεὰν ἢ πλείους ἐξαπατᾶν, μέλλοντάς γε ὑπὸ πλειόνων καταγιγνώσκεσθαι καὶ μισεῖσθαι, σαφῶς εἰδότων ὃ ποιεῖτε; καὶ γὰρ εἰ μὲν οὐ σφόδρα ἐπιεικεῖς εἰσιν, οὓς ὁπωσδήποτε ἵστατε νῦν, ὃ μηδαμῇ φρονοῦντες εἴποιτʼ ἄν, ὁρᾶτε τὸ γιγνόμενον· διὰ γὰρ τοὺς φαύλους ἀδικεῖτε τοὺς χρηστούς. ὅτι γὰρ ὑμῶν οἱ πρόγονοι μὴ ἐθαύμαζον εἰκῇ μηδὲ ἀνάξιόν τινα ἐγὼ διαβεβαιωσαίμην ἄν. εἰ δὲ ἀγαθοὺς τιμᾶτε, τούς γε τοιούτους εἰκὸς ἄχθεσθαι τῷ πράγματι.
42
τίς γὰρ ἂν μέτριος ἄνθρωπος βούλοιτο ἕτερον κακῶς πάσχειν καὶ τῶν δικαίως δεδομένων ἀποστερεῖσθαι διʼ αὑτόν; ἢ πῶς οὐκ ἂν ὀργίζοιτο ἐπὶ τούτῳ γιγνομένῳ μᾶλλον ἤπερ εἰδείη χάριν; ἢ γυναῖκα μὲν οὐδεὶς ἂν ὑπομείνειε χρηστὸς ὢν διὰ μοιχείαν λαβεῖν, ὅτι τὸν πρότερον ἔχοντα ἠδίκησε· μᾶλλον δὲ οὐδʼ ἂν ὅλως λάβοι τις ἡδέως παρὰ ἀνδρὸς ἑτέρου· καίτοι πολλάκις γίγνεται τοῦτο οὐ μετὰ πονηρᾶς αἰτίας· τιμὴν δέ, ἣν οὐκ ἔστι δικαίως ἀπʼ ἄλλου λαβεῖν οὐδὲ χωρὶς ὕβρεως τῆς εἰς ἐκεῖνον, ἀγαπᾶν τινα οἴεσθε, καὶ ταῦτα μηδʼ αὐτὸν ἐλπίζοντα ὡς οὐθὲν ἂν πάθοι τοιοῦτον; ἀλλʼ ἀνδράποδον μέν τις ὠνούμενος εἴ ποτε ἀπέδρα σκοπεῖ καὶ εἰ μὴ παρέμενε τῷ πρώτῳ δεσπότῃ· δωρεὰν δὲ καὶ χάριν, ἣν ἄπιστον ἡγεῖται καὶ σαφῶς οἶδε μηδὲν ἔχουσαν βέβαιον, ἑκὼν ἂν πρόσοιτο;