39
οὐκοῦν ὅτι μὲν τὰ γιγνόμενα ὀρθῶς καὶ μηθὲν ἔχοντα ἄτοπον οὐδεὶς περιστέλλει δῆλόν ἐστιν. ὅτι δὲ ἥκιστʼ ἄν τις φυλάξαιτο τοὺς εὖ πάσχοντας εἰδέναι τίνα τρόπον τῆς χάριτοστυγχάνουσι καὶ τῶν γιγνομένων περὶ τὴν τιμὴν ὁτιοῦν, εἴ γέ τις ἁπλῶς αὐτὸ πράττοι καὶ δικαίως, ἔτι μοι δοκεῖ τοῦ πρώτου φανερώτερον· ὥστε ἀνάγκη τὸ συμβαῖνον εἶναι πανταχῇ φαῦλον καὶ μηδενὶ μηδὲ ἰδιώτῃ πρέπον. ὁ γὰρ ἐν αὐτοῖς οἷς τινας εὖ ποιεῖ, παθὼν πρότερος ἢ νὴ Δία κατάρχων καὶ προκαλούμενος εἰς φιλίαν,παρακρουόμενος καὶ φενακίζων, τί ἂν οὗτος ἄλλως ποιήσειεν; ἐπίστασθε τοίνυν ὅτι μηδένα λανθάνει τὸ γιγνόμενον, ἀλλʼ ἔστι διαβόητον καὶ τῶν παρὰ πᾶσι θρυλουμένων, οὐ μόνον ἐπειδὴ λίαν κατακόρως καὶ ἀνέδην αὐτῷ κέχρηνταί τινες, ἀλλὰ καὶ ὅτι παρʼ ὑμῖν πράττεται.
40
τὸ γὰρ ἀξίωμα τῆς πόλεως καὶ τὸ μέγεθος οὐδὲνἄγνωστον ἐᾷ τῶν ἐν αὐτῇ, καὶ τὸ σεμνότερον ὑμᾶς ἁπάντων ἐν τοῖς ἄλλοις ἑαυτοὺς ἄγειν, ἔτι δὲ οἶμαι τὸ πράττειν ἄριστα τῶν Ἑλλήνων, φθόνον κινεῖ καὶ ζηλοτυπίαν, ὥστε πολλοὺς εἶναι τοὺς ἐξετάζοντας, ἐάν τι δοκῆτε ἁμαρτάνειν. οὐκοῦν οἱ μὲν ὅπως ὅ,τι πράττουσιν ἀγνοεῖσθαι μᾶλλον ἐθέλοντες κακίας τοῦτο σημεῖον ἐκ- φέρουσιν· οἱ δʼ ἅ μηδεὶς ἀγνοεῖ λανθάνειν νομίζοντες εὐηθείας· οἷς ἀμφοτέροις οὐκ ἂν ἕλοισθε ἔνοχον εἷναι τὴν πόλιν.