35
δέομαι δέ, ἂν οἱ λόγοι φαίνωνται πικρότεροι, μηθὲν ἐμοὶ δυσχεραίνειν. οὐδὲ γὰρ ὑμᾶς φημι τοῦτο ποιεῖν, τρόπον δέ τινα ἀκούσης τῆς πόλεως αὐτὸ γίγνεσθαι. τὸ δὲ πρᾶγμα εἰ τοιοῦτόν ἐστιν ὥστε πάναισχρον δοκεῖν ἐξεταζόμενον, τοσούτῳ προθυμότερον ὑμᾶς ἀκούειν δεῖ τοῦ λέγοντος, ὥστε ἀπηλλάχθαι τὸ λοιπὸν τῆς αἰσχύνης. οὐδὲ γὰρ τὰ ἐν τοῖς σώμασι δυσχερῆ χωρὶς ὀδύνης ἔστιν ἰάσασθαι, πολλάκις δὲ αὐτὸ τοῦτο σημεῖον ὑπάρχει τοῦ σφόδρα ἐπείγειν τὴν θεραπείαν, τὸ σφόδρα ἀλγεῖν τὸ θεραπευόμενον.
36
ὃ τοίνυν ἀρχόμενος εἶπον, οὐδʼ ἂν νῦν ὀκνήσαιμι εἰπεῖν, ὅτι πανταχοῦ μὲν οἰκεῖόν ἐστι φαίνεσθαι τοὺς ἀγαθοὺς ἄνδρας ὑγιεῖς καὶ μηδὲν παλίμβολον ἔχοντας μηδὲ δυσχερές, ἀλλὰ πλεῖστον ἀπάτης καὶ πονηρίας ἀπηλλαγμένους· λέγω δὲ τοὺς ὑμῖν ὁμοίους· μάλιστα δὲ οἶμαι περὶ τὸ τιμᾶν καὶ τὰς δωρεάς. τὸ γὰρ αἰσχύνην τινὰ προσάπτειν τοῖς καλοῖς καὶ τὸ ἀδίκως ποιεῖν τὸ πάντων δικαιότατον οὐδʼ αἰσθανομένων ἐστὶν ἀνθρώπων τῆς ἑκάστου φύσεως. ὥσπερ οὖν οἱ παρανομοῦντες εἰς τὰ ἱερὰ τῶν εἰς ἄλλʼ ὁτιοῦν ἁμαρτανόντων χείρους εἰσίν, οὕτως οἱ περὶ ταῦτα ἄδικοι καὶ πονηροὶ φαινόμενοι.