36
οὔκουν οὐδὲ Ἀθηναίους οὕτως, ἔφη, ζηλῶ τῆς δαπάνης καὶ πολυτελείας τῆς περὶ τὴν πόλιν καὶ τὰ ἱερὰ ὅσον τῶν ἔργων ἃ ἔπραξαν οἱ πρότερον· τὸν γὰρ ἀκινάκην τὸν Μαρδονίου πολὺ σεμνότερον καὶ κρεῖττον ἀνάθημα ἔχουσιν καὶ τὰς Λακώνων ἀσπίδας τῶν ἐν Πύλῳ ποτὲ ἁλόντων ἢ τὰ προπύλαια τῆς ἀκροπόλεως καὶ τὸ Ὀλύμπιον ἀπὸ πλειόνων ἢ μυρίων ταλάντων.
37
οὐκοῦν, Οὐκοῦν, ἦ δʼ ὃς ὁ Φίλιππος, ἐνταῦθα τὸν Ὅμηρον οὐκ ἂν ἔχοις ἐπαινεῖν. τὰ γὰρ τοῦ Ἀλκίνου βασίλεια, ἀνδρὸς Ἕλληνος καὶ νησιώτου, διεκόσμησεν οὐ μόνον κήποις καὶ φυτοῖς καὶ ὕδασιν, ὡς ἥδιστα ἐνοικεῖν, ἀλλὰ καὶ ἀγάλμασιχρυσοῖς. ἔτι δὲ μᾶλλον τὴν τοῦ Μενελάου οἴκησιν, καὶ ταῦτα ἀπὸ στρατείας ἥκοντος, ἆρʼ οὐ Περσικήν τινα καὶ Μηδικὴν ἐξηγεῖται, σχεδόν τε οὐ πολὺ ἀποδέουσαν Σεμιράμιδος ἢ Δαρείου τε καὶ Ξέρξου τῶν βασιλείων;
38
φησὶ γοῦν, ὥστε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης δῶμα καθʼ ὑψερεφὲς Μενελάου κυδαλίμοιο χρυσοῦ τʼ ἠλέκτρου τε καὶ ἀργύρου ἠδʼ ἐλέφαντος.
39
τοῖς γὰρ Τρωικοῖς σκύλοις ἐχρῆν μᾶλλον λάμπειν αὐτὸ ἢ τούτοις κατά γε τὴν σὴν διάνοιαν. καὶ ὁ Ἀλέξανδρος ἐπισχών, Οὐκ ἔγωγε, εἶπε, τὸν Ὅμηρον ἐάσειν μοι δοκῶ ἀναπολόγητον· ἴσως γὰρ πρὸστὸν τοῦ Μενελάου τρόπον ἐποίησε τὰ βασίλεια, ὅν φησι μόνον εἶναι τῶν Ἀχαιῶν μαλθακὸν αἰχμητήν.
40
σχεδὸν γὰρ οὖν ἔοικεν οὐδὲ τῶν ἄλλων οὐδὲν μάτην ὁ ποιητὴς οὗτος λέγειν, ἀλλὰ καὶ στολὴν καὶ οἴκησιν καὶ δίαιταν πρὸς τὸ τῶν ἀνθρώπων ἦθος πολλάκις ἀπεικάζει.