29
ὥστε μοι δοκοῦσιν, ὅσην παρʼ ἑτέροις ἔχουσι τοῦ τιμᾶσθαι πάντες ἐπιθυμίαν, τοσαύτην ἢ καὶ πλείονα ἕξειν παρʼ ὑμῖν, ὅπως μηδέποτε τεύξονται τῶν τοιούτων μηδενός· ὅσῳ τὴν ὕβριν ἕκαστος καὶ τὸ προπηλακισθῆναι μεῖζον ἡγεῖται κακὸν ἢ τὴν τιμὴν ἀγαθὸν νενόμικεν. εἰ γοῦν τινα καλοῖτε εἰς προεδρίαν ἢ πολίτην ἀναγράφοιτε, μέλλοντες ὕστερον ἀναστήσειν ἢ τὴν πολιτείαν ἀφελεῖσθαι, πολλὰ ἂν ἱκετεύσειεν ὑμᾶς ἐᾶν αὑτόν. τοὺς γοῦν τυράννους ἢ τοὺς βασιλέας, ὧν αὖθις οἱ βιαίως ἀρχθέντες καὶ παρανόμως τὰς εἰκόνας ἀνεῖλον καὶ τὰ ὀνόματα ἠφάνισαν, ὅπερ οἶμαι καὶ ἐφʼ ὑμῶν συμβέβηκε, διατεινάμενος εἴποιμʼ ἄν, εἰ προῄδεσαν τοῦτο ἐσόμενον, μήτʼ ἂν εἰκόνας ἑαυτῶν ἐᾶσαί τινα στῆσαι μήτε ὀνόματα ἐγγράψαι.
30
καίτοι τοῦτο οὐ μόνον ἐκείνους ἀδικουμένους καὶ δεινὰ πάσχοντας, ἀλλὰ καὶ τὴν πρόφασιν δείκνυσι κενήν, διʼ ἣν ἴσως ὑμᾶς τινες ἀξιώσουσι τοῦτο ποιεῖν, μᾶλλον δὲ κατὰ τοῦ πράγματος οὖσαν. εἰ γὰρ ἀναγκαῖον ἅμα καὶ συμφέρον φήσουσιν εἶναι τὸ ἑτέρους τιμᾶν, πῶς οὐχ ὑπεναντίον ἐστὶ τούτῳ τοὺς πρότερον οὕτω τετιμημένους ὑβρίζειν; ὃ γὰρ τῶν πρότερόν τις οὐκ ἂν εἵλετο λαβεῖν, εἰδὼς τοῦτο ἐσόμενον, πῶς εἰκός ἐστι τῶν νῦν τινα ἡδέως λαμβάνειν ὁρῶντα τὸ γιγνόμενον; ὥστʼ εἰ μὴ καὶ διʼ ἐκείνους τοὺς θᾶττον εὐεργέτας, ἀλλὰ τούτους γε, οὓς νῦν τιμῶμεν, εἰκὸς ἦν φυλάξασθαι τὸ πρᾶγμα.