22
ἅπασι γάρ ἐστι περὶ πολλοῦ τὰ τῆς ἀρετῆς σύμβολα, καὶ οὐδεὶς αἱρεῖται τῶν πολλῶν, ὅ,τι ἂν οἴηται καλὸν εἶναι, μόνον αὑτῷ πεπρᾶχθαι, μηδένα δὲ εἰδέναι. πρὸς τοῦ Διός, ἆρα ἀγνοεῖτε τοῦτο τὸ ἔργον οὐκ ἐκείνους μόνον ἀτίμους ποιοῦν, ἀλλὰ καὶ τὴν πόλιν ἔρημον τῶν εὐνοησόντων καὶ προθυμησομένων ὑπὲρ αὐτῆς; μηδὲ γὰρ ἐκεῖνο εἰσέλθῃ μηδένα ὑμῶν ὅτι εἴπερ ἄρα μίαν τιμὴν καταλύσετε τὴν τῶν εἰκόνων, αἱ λοιπαὶ δέ εἰσιν ἀναφαίρετοι. πρῶτον μὲν γὰρ οἱ τὴν μεγίστην ἀναιροῦντες καὶ ἧς μάλιστα ἕκαστος ἐπιθυμεῖ τυγχάνειν ὁμολογοῦσι δήπουθεν ἐκ τοῦ πλείονος μέρους τὴν πόλιν βλάπτειν, εἴ γέ φασι βλαβερὸν εἶναι τὸ πάσας αὐτὰς καταλελύσθαι.
23
πρὸς τούτῳ δὲ κἀκεῖνό ἐστιν ὅτι παρʼ οἷς ἂν ἕν τι κινηθῇ, παρʼ ἐκείνοις κεκίνηται πάντα ὁμοίως καὶ τῶν παραπλησίων βέβαιον οὐθέν ἐστιν. οἱ γὰρ τὴν αἰτίαν παραβάντες, καθʼ ἣν οὐκ ἂν ἐδόκει τι συμβῆναι, καὶ ταύτην παρʼ οὐδὲν ἡγησάμενοι, πάντα λελύκασιν ἃ τὴν αὐτὴν εἶχε πρόφασιν τοῦ μένειν βέβαια. οἷον εἴ τις μίαν λύσαι τῶν τιμωριῶν ἡντιναοῦν, οὐδὲ τῶν ἄλλων οὐδεμίαν ἰσχυρὰν καταλέλοιπεν.
24
εἰ δέ γέ τις τὴν μεγίστην ἀνέλοι, φυγὴν ἢ θάνατον, τά γε ἐλάττω τῶν ἐπιτιμίων λοιπὸν ἀνάγκη μηδὲ γεγράφθαι δοκεῖν. ὥσπερ οὖν οἱ παραχαράττοντες τὸ νόμισμα, κἂν μέρος λυμήνωνται, τὸ σύμπαν διεφθαρκέναι δοκοῦσιν ὑπαίτιον ποιήσαντες, ὁμοίως οἱ τῶν τιμῶν τινας ἢ τῶν τιμωριῶν ἀναιροῦντες ὅλον τὸ πρᾶγμα καταλύουσι καὶ τοῦ μηδενὸς ἄξιον δεικνύουσι.