151
ἀλλʼ αὐτά που τὰ λοιπὰ δῆλα παρὰ πολλοῖς γιγνόμενα. ὁ γὰρ ἄπληστος τῶν τοιούτων ἐπιθυμιῶν, ὅταν μηδὲν εὑρίσκῃ σπάνιον μηδὲ ἀντιτεῖνον ἐν ἐκείνῳ τῷ γένει, καταφρονήσας τοῦ ῥᾳδίου καὶ ἀτιμάσας τὴν ἐν ταῖς γυναιξὶν Ἀφροδίτην ὡς ἕτοιμον δή τινα καὶ τῷ ὄντι θῆλυν παντελῶς ἐπὶ τὴν ἀνδρωνῖτιν μεταβήσεται, τοὺς ἄρξοντας αὐτίκα μάλα καὶ δικάσοντας καὶ στρατηγήσοντας ἐπιθυμῶν καταισχύνειν,
152
ὡς ἐνθάδε που τὸ χαλεπὸν καὶ δυσπόριστον εὑρήσων τῶν ἡδονῶν εἶδος, τοῖς ἄγαν φιλοπόταις καὶ οἰνόφλυξι ταὐτὸ πεπονθὼς πάθος· οἳ πολλάκις μετὰ πολλὴν ἀκρατοποσίαν καὶ συνεχῆ οὐκ ἐθέλοντες πιεῖν αὐχμὸν ἐξεπίτηδες μηχανῶνται διά τε ἱδρώτων καὶ σιτίων ἁλμυρῶν καὶ δριμέων προσφορᾶς.
(14)ΡΟΔΙΑΚΟΣ.
1
εἰκὸς μέν ἐστιν, ὦ ἄνδρες Ῥόδιοι, τοὺς πολλοὺς ὑμῶν ἐμὲ νομίζειν ὑπὲρ ἰδίου τινὸς πράγματος ἐντευξόμενον ὑμῖν ἀφῖχθαι· ὥστε ἐπειδὰν αἴσθησθε τῶν ὑμετέρων τι κοινῶν ἐγχειροῦντα ἐπανορθοῦν, δυσχερανεῖτε ἴσως, εἰ μήτε πολίτης ὢν μήτε κληθεὶς ὑφʼ ὑμῶν ἔπειτα ἀξιῶ συμβουλεύειν, καὶ ταῦτα ὑπὲρ οὐδενὸς ὧν σκεψόμενοι συνεληλύθατε.