120
τυχὸν δὲ καὶ Ἀθηναῖοι χαλεπανοῦσιν, ἀτιμάζεσθαι νομίζοντες τοὺς σφετέρους ποιητὰς τραγικοὺς καὶ κωμικούς, ὅταν τοὺς ὑπηρέτας αὐτῶν ἀφαιρώμεθα, μηδὲν ἀγαθὸν φάσκοντες ἐπιτηδεύειν. εἰκὸς δὲ ἀγανακτεῖν καὶ Θηβαίους, ὡς τῆς νίκης αὐτῶν ὑβριζομένης, ἣν προεκρίθησαν ὑπὸ τῆς Ἑλλάδος νικᾶν ἐπʼ αὐλητικῇ·
121
ταύτην δὲ τὴν νίκην οὕτω σφόδρα ἠγάπησαν, ὥστε ἀναστάτου τῆς πόλεως αὐτοῖς γενομένης καὶ ἔτι νῦν σχεδὸν οὔσης πλὴν μικροῦ μέρους, τῆς Καδμείας οἰκουμένης, τῶν μὲν ἄλλων οὐδενὸς ἐφρόντισαν τῶν ἠφανισμένων ἀπὸ πολλῶν μὲν ἱερῶν, πολλῶν δὲ στηλῶν καὶ ἐπιγραφῶν, τὸν δὲ Ἑρμῆν ἀναζητήσαντεσπάλιν ἀνώρθωσαν, ἐφʼ ᾧ ἦν τὸ ἐπίγραμμα τὸ περὶ τῆς αὐλητικῆς, Ἑλλὰς μὲν Θήβας νικᾶν προέκρινεν ἐν αὐλοῖς· καὶ νῦν ἐπὶ μέσης τῆς ἀρχαίας ἀγορᾶς ἓν τοῦτο ἄγαλμα ἕστηκεν ἐν τοῖς ἐρειπίοις·
122
οὐ δὴ φοβηθέντες οὐδένα τούτων οὐδὲ τοὺς ἐπιτιμήσοντασἡμῖν, ὡς τὰ σπουδαιότατα παρὰ τοῖς Ἕλλησι ψέγομεν, ἅπαντα τὰ τοιαῦτα οὐκ αἰδημόνων οὐδὲ ἐλευθέρων ἀνθρώπων ἀποφαινόμενοι ἔργα, ὡς ἄλλα τε πολλὰ δυσχερῆ πρόσεστιν αὐτοῖς καὶ δὴ μέγιστον τὸ τῆς ἀναιδείας, τὸ μᾶλλον τοῦ δέοντος φρονεῖν τὸν ὄχλον, ὅπερ μέγιστον θρασύνεσθαι καλεῖν ὀρθότερον.