117
οὐκοῦν τόδε μὲν οἶμαι παντί τῳ δῆλον καὶ πολλάκις λεγόμενον ἴσως ὅτι βαφεῖς μὲν καὶ μυρεψοὺς καὶ βυρσοδέψας σὺν κουρικῇ γυναικῶν τε καὶ ἀνδρῶν, οὐ πολύ τι διαφερούσαις τὰ νῦν, καὶ ποικιλτικῇ πάσῃ σχεδὸν οὐκ ἐσθῆτος μόνον, ἀλλὰ καὶ τριχῶν καὶ χρωτός, ἐγχούσῃ καὶ ψιμυθίῳ καὶ πᾶσι φαρμάκοις μηχανωμένῃ ὥρας ψευδεῖς καὶ νόθα εἴδωλα, ἔτι δὲ ἐν οἰκιῶν ὀροφαῖς καὶ τοίχοις καὶ ἐδάφει τὰ μὲν χρώμασι, τὰ δὲ λίθοις, τὰ δὲ χρυσῷ, τὰ δʼ ἐλέφαντι ποικιλλόντων,
118
τὰ δὲ αὐτῶν τοίχων γλυφαῖς, τὸ μὲν ἄριστον μή παραδέχεσθαι καθόλου τὰς πόλεις, τὸ δὲ ἡμῖν ἐν τῷ παρόντι λόγῳ διορίσαι μηδένα ἂν τοιοῦτον γίγνεσθαι τῶν ἡμετέρων πενήτων, οἷς πρὸς τοὺς πλουσίους ἡμεῖς ἀγωνιζόμεθα ὥσπερ χορῷ τὰ νῦν, οὐχ ὑπὲρ εὐδαιμονίας προκειμένου τοῦ ἀγῶνος· οὐ γὰρ πενίᾳ τοῦτό γε πρόκειται τὸ ἆθλον οὐδὲ αὖ πλούτῳ, μόνης δὲ ἀρετῆς ἐστιν ἐξαίρετον·
119
ἄλλως δὲ ὑπὲρ ἀγωγῆς τινος καὶ μετριότητος βίου. καὶ τοίνυν οὐδʼ ὑποκριτὰς τραγικοὺς ἢ κωμικοὺς ἤ διά τινων μίμων ἀκράτου γέλωτος δημιουργοὺς οὐδὲ ὀρχηστὰς οὐδὲ χορευτὰς, πλήν γε τῶν ἱερῶν χορῶν, ἀλλʼ οὐκ ἐπί γε τοῖς Νιόβης ἤ Θυέστου πάθεσιν ᾅδοντας ἤ ὀρχουμένους, οὐδὲ κιθαρῳδοὺς οὐδὲ αὐλητὰς περὶ νίκης ἐν θεάτροις ἁμιλλωμένους, εἰ καί τινες τῶν ἐνδόξων πόλεων ἐπὶ τούτοις ἡμῖν δυσχερῶς ἕξουσι, Σμύρνα καὶ Χίος, καὶ δῆτα σὺν ταύταις καὶ τὸ Ἄργος, ὡς τὴν Ὁμήρου τε καὶ Ἀγαμέμνονος δόξαν οὐκ ἐώντων αὔξεσθαι τὸ γοῦν ἐφʼ ἡμῖν·