93
τὰ Ἑλένης καὶ Μενέλεω Τηλεμάχῳ δῶρα. οὐδὲ γὰρ τοιούτους ὑποδέχοιντ̓ἄν, ὡς εἰκός, ξένους, σατράπας ἢ βασιλέας, εἰ μή γε πάνυ σώφρονας καὶ ἀγαθούς, οἷς οὐδὲν ἐνδεὲς μετὰ φιλίας γιγνόμενον. ἀκολάστους δὲ καὶ τυραννικοὺς οὔτʼ ἂν οἶμαι δύναιντο θεραπεύειν ἱκανῶς ξένους οὔτʼ ἂν ἴσως προσδέοιντο τοιαύτης ξενίας.
94
οὐδὲ γὰρ τῷ Μενέλεῳ δήπουθεν ἀπέβη πρὸς τὸ λῷον, ὅτι ἠδύνατο δέξασθαι τὸν πλουσιώτατον ἐκ τῆς Ἀσίας ξένον, ἄλλος δὲ οὐδεὶς ἱκανὸς ἦν ἐν τῆ Σπάρτῃ τὸν Πριάμου τοῦ βασιλέως υἱὸν ὑποδέξασθαι.
95
τοιγάρτοι ἐρημώσας αὐτοῦ τὴν οἰκίαν καὶ πρὸς τοῖς χρήμασι τὴν γυναῖκα προσλαβών, τὴν δὲ θυγατέρα ὀρφανὴν τῆς μητρὸς ἐάσας, ᾤχετο ἀποπλέων. καὶ μετὰ ταῦτα ὁ Μενέλαος χρόνον μὲν πολὺν ἐφθείρετο πανταχόσε τῆς Ἑλλάδος, ὀδυρόμενος τὰς αὑτοῦ συμφοράς, δεόμενος ἑκάστου τῶν βασιλέων ἐπαμῦναι. ἠναγκάσθη δὲ ἱκετεῦσαι καὶ τὸν ἀδελφόν, ὅπως ἐπιδῷ τὴν θυγατέρα σφαγησομένην ἐν Αὐλίδι.
96
δέκα δὲ ἔτη καθῆστο πολεμῶν ἐν Τροίᾳ, πάλιν ἐκεῖ κολακεύων τοὺς ἡγεμόνας τοῦ στρατοῦ καὶ αὐτὸς καὶ ὁ ἀδελφός· εἰ δὲ μή, ὠργίζοντο καὶ ʽ??ʼπείλουν ἑκάστοτε ἀποπλεύσεσθαι· καὶ πολλοὺς πόνους καὶ κινδύνους ἀμηχάνους ὑπομένων, ὕστερον δὲ ἠλᾶτο καὶ οὐχ οἷός τʼ ἦν δίχα μυρίων κακῶν οἴκαδʼ ἀφικέσθαι.
97
ἆρʼ οὖν οὐ σφόδρα ἄξιον ἄγασθαι τοῦ πλούτου κατὰ τὸν ποιητὴν καὶ τῷ ὄντι ζηλωτὸν ὑπολαβεῖν , ὅ φησιν αὐτοῦ μέγιστον εἶναι ἀγαθόν, τὸ δοῦναι ξένοις, καὶ ἐάν ποτέ τινες ἔλθωσι τρυφῶντες ἐπὶ τὴν οἰκίαν , μὴ ἀδύνατον γενέσθαι παρασχεῖν κατάλυσιν καὶ προθεῖναι ξένια, οἷς ἂν ἐκεῖνοι μάλιστα ἥδοιντο;