26
οὐδʼ αὖ φιλοσοφίας ἅπτεσθαι πρὸς τὸ ἀκριβέστατον, ἀπλάστως δὲ καὶ ἁπλῶς ἐνδεικνύμενον αὐτοῖς τοῖς ἔργοις φιλάνθρωπον ἦθος καὶ πρᾷον καὶ δίκαιον, ἔτι δὲ ὑψηλὸν καὶ ἀνδρεῖον, καὶ μάλιστα δὴ χαίροντα εὐεργεσίαις, ὅπερ ἐστὶν ἐγγυτάτω τῆς τῶν θεῶν φύσεως· τῶν γε μὴν λόγων ἡδέως ἀκούοντα τῶν ἐκ φιλοσοφίας, ὁπόταν καιρός, ἅτε οὐκ ἐναντίων φαινομένων, ἀλλὰ συμφώνων τοῖς αὑτοῦ τρόποις·
27
τέρπεσθαι δὲ ποιήσει καὶ προσέχειν τὸν νοῦν οὐχ ἁπάσῃ, τῇ δὲ καλλίστῃ καὶ μεγαλοπρεπεστάτῃ, συμβουλεύσαιμʼ ἂν τῷ γενναίῳ καὶ βασιλικῷ τὴν ψυχήν, οἵαν μόνην ἴσμεν τὴν Ὁμήρου καὶ τῶν Ἡσιόδου τὰ τοιαῦτα, καὶ εἴ τις ἄλλο τι λέγει χρηστόν.
28
οὐδὲ γὰρ μουσικήν, ἔφη, πᾶσαν μανθάνειν ἐθέλοιμʼ ἄν, ἀλλὰ κιθάρᾳ μόνον ἢ λύρᾳ χρῆσθαι πρὸς θεῶν ὕμνους καὶ θεραπείας, ἔτι δὲ οἶμαι τῶν ἀγαθῶν ἀνδρῶν τοὺς ἐπαίνους· οὐδέ γε ᾅδειν τὰ Σαπφοῦς ἢ Ἀνακρέοντος ἐρωτικὰ μέλη πρέπον ἂν εἴη τοῖς βασιλεῦσιν, ἀλλʼ, εἴπερ ἄρα, τῶν Στησιχόρου μελῶν ἢ Πινδάρου, ἐὰν ᾖ τις ἀνάγκη.
29
τυχὸν δὲ καὶ πρὸς τοῦτο ἱκανὸς Ὅμηρος. ἦ γάρ, εἶπεν ὁ Φίλιππος, πρὸς κιθάραν ἢ λύραν συμφωνῆσαί τινά σοι δοκεῖ ἂν τῶν Ὁμήρου; καὶ ὁ Ἀλέξανδρος γοργὸν ἐμβλέψας ὥσπερ λέων, Ἐγὼ μέν, εἶπεν, ὦ πάτερ, οἶμαι πρέπειν πολλὰ τῶν Ὁμήρου ἐπῶν πρὸς σάλπιγγα ᾅδεσθαι,μὰ Δίʼ οὐ τὴν ἀνακαλοῦσαν, ἀλλὰ τὴν ἐποτρύνουσαν καὶ παρακελευομένην, οὐχ ὑπὸ γυναικείου χοροῦ λεγόμενα ἢ παρθένων, ἀλλʼ ὑπὸ φάλαγγος ἐνόπλου, πολὺ μᾶλλον ἢ τὰ Τυρταίου παρὰ τοῖς Λάκωσιν.