42
ἐγὼ μὲν, ὦ ἄνδρες, ἐνύπνια ᾤμην, ἔφην, ὁρᾶν, ἀγροὺς καὶ κώμας καὶ τοιαῦτα φλυαροῦντος. ἡμεῖς δὲ οὔτε κώμην ἔχομεν οὔτε ἵππους οὔτε ὄνους οὔτε βοῦς. εἴθε γὰρ ἦν ἔχειν ἡμᾶς ὅσα οὗτος ἔλεγεν ἀγαθά, ἵνα καὶ ὑμῖν ἐδώκαμεν καὶ αὐτοὶ τῶν μακαρίων ἦμεν. καὶ τὰ νῦν δὲ ὄντα ἡμῖν ἱκανά ἐστιν, ἐξ ὧν εἴ τι βούλεσθε λάβετε· κἂν πάντα ἐθέλητε, ἡμεῖς ἕτερα κτησόμεθα. ἐπὶ τούτῳ δὲ τῷ λόγῳ ἐπῄνεσαν.
43
εἶτα ἐπηρώτα με ὁ ἄρχων τί δυνησόμεθα δοῦναι τῷ δήμῳ; κἀγώ, Τέσσαρα, ἔφην, ἐλάφεια δέρματα πάνυ καλά. οἱ δὲ πολλοὶ αὐτῶν ἐγέλασαν. ὁ δὲ ἄρχων ἠγανάκτησε πρός με. τὰ γὰρ ἄρκεια, ἔφην, σκληρά ἐστιν καὶ τὰ τράγεια οὐκ ἄξια τούτων, ἄλλα δὲ παλαιά, τὰ δὲ μικρὰ αὐτῶν· εἰ δὲ βούλεσθε, κἀκεῖνα λάβετε. πάλιν οὖν ἠγανάκτει καὶ ἔφη με ἄγροικον εἶναι παντελῶς.
44
κἀγώ, Πάλιν, εἶπον, αὖ καὶ σὺ ἀγροὺς λέγεις; οὐκ ἀκούεις ὅτι ἀγροὺς οὐκ ἔχομεν; ὁ δὲ ἠρώτα με εἰ τάλαντον ἑκάτερος Ἀττικὸν δοῦναι θέλοιμεν. ἐγὼ δὲ εἶπον, Οὐχ ἵσταμεν τὰ κρέα ἡμεῖς· ἃ δʼ ἂν ᾖ, δίδομεν. ἔστι δὲ ὀλίγα ἐν ἁλσί, τἄλλα δʼ ἐντῷ καπνῷ ξηρά, οὐ πολὺ ἐκείνων χείρω, σκελίδες ὑῶν καὶ ἐλάφειοι καὶ ἄλλα γενναῖα κρέα.
45
ἐνταῦθα δὴ ἐθορύβουν καὶ ψεύδεσθαί με ἔφασαν. ὁ δὲ ἠρώτα με εἰ σῖτον ἔχομεν καὶ πόσον τινά. εἶπον τὸν ὄντα ἀληθῶς· δύο, ἔφην, μεδίμνους πυρῶν καὶ τέτταρας κριθῶν καὶ τοσούτους κέγχρων, κυάμων δὲ ἡμίεκτον· οὐ γὰρ ἐγένοντο τῆτες. τοὺς μὲν οὖν πυροὺς καὶ τὰς κριθάς, ἔφην, ὑμεῖς λάβετε, τὰς δὲ κέγχρους ἡμῖν ἄφετε. εἰ δὲ κέγχρων δεῖσθε, καὶ ταύτας λάβετε.