13
τότε μὲν δὴ ἐξ ἀνάγκης αὐτοῦ κατεμείναμεν, οὗπερ ἐτύχομεν τὰς βοῦς ἔχοντες καί τινας σκηνὰς πεποιημένοι καὶ αὐλὴν διὰ ξύλων οὐ μεγάλην οὐδὲ ἰσχυράν, μόσχων ἕνεκεν, ὡς ἂν οἶμαι πρὸς αὐτό που τὸ θέρος. τοῦ μὲν γὰρ χειμῶνος ἐν τοῖς πεδίοισἐνέμομεν, νομὴν ἱκανὴν ἔχοντες καὶ πολὺν χιλὸν ἀποκείμενον· τοῦ δὲ θέρους ἀπηλαύνομεν εἰς τὰ ὄρη. μάλιστα δʼ ἐν τούτῳ τῷ τόπῳ σταθμὸν ἐποιοῦντο·
14
τό τε γὰρ χωρίον ἀπόρρυτον ἑκατέρωθεν, φάραγξ βαθεῖα καὶ σύσκιος, καὶ διὰ μέσου ποταμὸς οὐ τραχύς, ἀλλʼ ὡς ῥᾷστος ἐμβῆναι καὶ βουσὶ καὶ μόσχοις, τὸ δὲ ὕδωρ πολὺκαὶ καθαρόν, ἅτε τῆς πηγῆς ἐγγὺς ἀναδιδούσης, καὶ πνεῦμα τοῦ θέρους ἀεὶ διαπνέον διὰ τῆς φάραγγος· οἵ τε περικείμενοι δρυμοὶ μαλακοὶ καὶ κατάρρυτοι, ἥκιστα μὲν οἶστρον τρέφοντες, ἥκιστα δὲ ἄλλην τινὰ βλάβην βουσί.
15
πολλοὶ δὲ καὶ πάγκαλοι λειμῶνες ὑπὸ ὑψηλοῖς τε καὶ ἀραιοῖς δένδρεσιν ἀνειμένοι, καὶ πάντα μεστὰβοτάνης εὐθαλοῦς διʼ ὅλου τοῦ θέρους, ὥστε μὴ πολὺν πλανᾶσθαι τόπον. ὧν δὴ ἕνεκα συνήθως ἐκεῖ καθίστασαν τὴν ἀγέλην· καὶ τότε ἔμειναν ἐν ταῖς σκηναῖς, μέχρι ἂν εὕρωσι μισθόν τινα ἢ ἔργον, καὶ διετράφησαν ἀπὸ χωρίου μικροῦ παντελῶς, ὃ ἔτυχον εἰργασμένοι πλησίον τοῦ σταθμοῦ. τοῦτό τε ἐπήρκεσεν αὐτοῖς ἱκανῶς,ἅτε κόπρου πολλῆς ἐνούσης.