33
χρήμασι μὲν γὰρ οὐ δυνατὸν ἄνδρα πεισθῆναι τοιοῦτον οὐδὲ ἄλλοις δώροις· καταστήσαντας δὲ εἰς τὴν ἀκρόπολιν νόμῳ προαγορεῦσαι τοὺς νέους ἅπαντας φοιτᾶν παρʼ αὐτὸν καὶ συνεῖναι, καὶ μηδὲν ἧττον τοὺς πρεσβυτέρους, ἕως ἂν ἅπαντες σοφοὶ γενόμενοι καὶ δικαιοσύνης ἐρασθέντες, καταφρονήσαντες χρυσοῦ καὶἀργύρου καὶ ἐλέφαντος καὶ ὄψου δὴ καὶ μύρου καὶ ἀφροδισίων, εὐδαίμονες οἰκῶσι καὶ ἄρχοντες μάλιστα καὶ πρῶτον αὑτῶν, ἔπειτα καὶ τῶν ἄλλων ἀνθρώπων·
34
τότε γάρ, ἔφην, ἔσται ὑμῶν ἡ πόλις μεγάλη καὶ ἰσχυρὰ καὶ ἄρχουσα κατʼ ἀλήθειαν· ὡς τό γε νῦν τὸ μέγεθος αὐτῆς ὕποπτον καὶ οὐ πάνυ ἀσφαλές. ὅσῳ γὰρ ἄν,ἔφην, πλείων ἥ τε ἀνδρεία καὶ ἡ δικαιοσύνη. καὶ ἡ σωφροσύνη γίγνηται παρʼ ὑμῖν, τοσούτῳ ἔλαττον ἔσται τό τε ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ ἐλεφάντινα σκεύη καὶ τὰ ἠλέκτρινα καὶ κρύσταλλος καὶ θύον καὶ ἔβενος καὶ ὁ τῶν γυναικῶν κόσμος καὶ τὰ ποικίλματα καὶ αἱ βαφαὶ καὶ ξύμπαντα ἁπλῶς τὰ νῦν ἐν τῇ πόλει τίμια καὶ περιμάχητα, ἐλαττόνων αὐτῶν δεήσεσθε·
35
ὅταν δὲ ἐληλυθότες ἦτε ἐπʼ ἄκρον ἀρετῆς, οὐδενός· καὶ οἰκίας μικροτέρας καὶ ἀμείνους οἰκήσετε, καὶ οὐ τοσοῦτον ὄχλον θρέψετε ἀνδραπόδων ἀργῶν καὶ πρὸς οὐδὲν χρησίμων. τὸ δὲ πάντων παραδοξότατον· ὅσῳ γὰρ ἂν εὐσεβέστεροι καὶ ὁσιώτεροι γένησθε, τοσούτῳ ἐλάττων ἔσται παρʼ ὑμῖν ὁ λιβανωτὸς καὶ τὰ θυμιάματα καὶ τὰ στεφανώματα, καὶ θύσετε ἐλάττους θυσίας καὶ ἀπʼ ἐλάττονος δαπάνης, καὶ τὸ πᾶν πλῆθος τὸ νῦν παρʼ ὑμῖν τρεφόμενον πολὺ ἔλαττον ἔσται, καὶ ἡ ξύμπασα πόλις, ὥσπερ ναῦς κουφισθεῖσα, ἀνακύψει τε καὶ πολὺ ἔσται ἐλαφροτέρα καὶ ἀσφαλεστέρα.