10
ἐλογισάμην οὖν ὅτι ὁ μὲν Ὀδυσσεὺς μετὰ τοσούτους πλάνους οὐκ ὤκνησεν ἀλᾶσθαι πάλιν κώπην φέρων, Τειρεσίου συμβουλεύσαντος, ἀνδρὸς τεθνηκότος, μέχρι ἂν ἀνθρώποις συμβάλῃ μηδὲ ἀκοῇ γιγνώσκουσι θάλατταν· ἐμοὶ δὲ οὐ ποιητέον τοῦτο τοῦ θεοῦ κελεύοντος; οὕτω δὴ παρακελευσάμενος ἐμαυτῷ μήτε δεδιέναι μήτε αἰσχύνεσθαι τὸ πρᾶγμα, στολήν τε ταπεινὴν ἀναλαβὼν καὶ τἄλλα κολάσας ἐμαυτὸν ἠλώμην πανταχοῦ.
11
οἱ δὲ ἐντυγχάνοντες ἄνθρωποι ὁρῶντες οἱ μὲν ἀλήτην, οἱ δὲ πτωχὸν ἐκάλουν, οἱ δέ τινες καὶ φιλόσοφον. ἐντεῦθεν ἐμοὶ συνέβη κατʼ ὀλίγον τε καὶ οὐ βουλευσάμενον αὐτὸν οὐδὲ ἐφʼ ἑαυτῷ μέγα φρονήσαντα τούτου τοῦ ὀνόματος τυχεῖν. οἱ μὲν γὰρ πολλοὶ τῶν καλουμένων φιλοσόφων αὑτοὺς ἀνακηρύττουσιν, ὥσπερ οἱ Ὀλυμπίασι κήρυκες· ἐγὼ δὲ τῶν ἄλλων λεγόντων οὐκ ἐδυνάμην ἀεὶ καὶ πᾶσι διαμάχεσθαι.
12
τυχὸν δέ τι καὶ ἀπολαῦσαι τῆς φήμης συνέβη μοι. πολλοὶ γὰρ ἠρώτων προσιόντες ὅ, τι μοι φαίνοιτο ἀγαθὸν ἢ κακόν· ὥστε ἠναγκαζόμην φροντίζειν ὑπὲρ τούτων, ἵνα ἔχοιμι ἀποκρίνεσθαι τοῖς ἐρωτῶσιν. πάλιν δὲ ἐκέλευον λέγειν καταστάντα εἰς τὸ κοινόν. οὐκοῦν καὶτοῦτο ἀναγκαῖον ἐγίγνετο λέγειν περὶ τῶν προσηκόντων τοῖς ἀνθρώποις καὶ ἀφʼ ὧν ἔμελλον ὀνίνασθαι τὰ ἐμοὶ φαινόμενα.