3
ἤρετο οὖν αὐτὸν ὁ Φίλιππος ἐν τῇ συνουσίᾳ, Διὰ τί ποτε, ὦ παῖ, σφόδρα οὕτως ἐκπέπληξαι τὸν Ὅμηρον ὥστε διατρίβεις περὶ μόνον τῶν ποιητῶν. ἐχρῆν μέντοι μηδὲ τῶν ἄλλων ἀμελῶς ἔχειν. σοφοὶ γὰρ οἱ ἄνδρες. καὶ ὁ Ἀλέξανδρος ἔφη, Ὅτι δοκεῖ μοι, ὦ πάτερ, οὐ πᾶσα ποίησις βασιλεῖ πρέπειν, ὥσπερ οὐδὲ στολή.
4
τὰ μὲν οὖν ἄλλα ποιήματα ἔγωγε ἡγοῦμαι τὰ μὲν συμποτικὰ αὐτῶν, τὰ δὲ ἐρωτικά. τὰ δὲ ἐγκώμια ἀθλητῶν τε καὶ ἵππων νικώντων, τὰ δʼ ἐπὶ τοῖς τεθνεῶσι θρήνους, τὰ δὲ γέλωτος ἕνεκεν ἢ λοιδορίας πεποιημένα, ὥσπερ τὰ τῶν κωμῳδοδιδασκάλων καὶ τὰ τοῦ Παρίου ποιητοῦ·
5
ἴσως δέ τινα αὐτῶν καὶ δημοτικὰ λέγοιτʼ ἄν, συμβουλεύοντα καὶ παραινοῦντα τοῖς πολλοῖς καὶ ἰδιώταις, καθάπερ οἶμαι τὰ Φωκυλίδου καὶ Θεόγνιδος· ἀφʼ ὧν τί ἂν ὠφεληθῆναι δύναιτο ἀνὴρ ἡμῖν ὅμοιος, πάντων μὲν κρατέειν ἐθέλων, πάντεσσι δʼ ἀνάσσειν;
6
τὴν δέ γε Ὁμήρου ποίησιν μόνην ὁρῶ τῷ ὄντι γενναίαν καὶ μεγαλοπρεπῆ πρεπῆ καὶ βασιλικήν, ᾗ πρέπει τὸν νοῦν προσέχειν ἄνδρα μάλιστα μὲν ἄρξειν μέλλοντα τῶν ὅποι ποτὲ ἀνθρώπων, εἰ δὲ μή, τῶν πλείστων καὶ φανερωτάτων, ἀτεχνῶς γε ἐσόμενον κατʼ ἐκεῖνον ποιμένα λαῶν. ἢ πῶς οὐκ ἄτοπον ἵππῳ μὲν μὴ ἐθέλειν ἢ τῷ ἀρίστῳ χρῆσθαι τὸν βασιλέα, τῶν δὲ ποιητῶν καὶ τοῖς ἥττοσιν ἐντυγχάνειν, ὥσπερ σχολὴν ἄγοντα;
7
εὖ ἴσθι, ἔφη, ὦ πάτερ, ἐγὼ οὐ μόνον ποιητὴν ἕτερον, ἀλλʼ οὐδὲ μέτρον ἄλλο ἢ τὸ Ὁμήρου ἡρῷον ἀκούων ἀνέχομαι. πάνυ οὖν ὁ Φίλιππος αὐτὸν ἠγάσθη τῆς μεγαλοφροσύνης, ὅτι δῆλος ἦν οὐδὲν φαῦλον οὐδὲ ταπεινὸν ἐπινοῶν, ἀλλὰ τοῖς τε ἥρωσι καὶ τοῖς ἡμιθέοις παραβαλλόμενος.