145
τὸ γὰρ πιστεύεσθαι πολὺν χρόνον ὑπὸ ἀνθρώπων ἠλιθίων οὐδέν ἐστιν ἰσχυρὸν οὐδὲ ὅτι τὰ ψευδῆ ἐλέχθη παρὰ τοῖς πρότερον· ἐπεί τοι καὶ περὶ ἄλλων πολλῶν διαφέρονται καὶ τἀναντία δοξάζουσιν. οἷον εὐθὺς περὶ τοῦ Περσικοῦ πολέμου, οἱ μέν φασιν ὑστέραν γενέσθαι τὴν περὶ Σαλαμῖνα ναυμαχίαν τῆς ἐνΠλαταιαῖς μάχης, οἱ δὲ τῶν ἔργων τελευταῖον εἶναι τὸ ἐν Πλαταιαῖς·
146
καίτοι γε ἐγράφη παραχρῆμα τῶν ἔργων. οὐ γὰρ ἴσασιν οἱ πολλοὶ τὸ ἀκριβές, ἀλλὰ φήμης ἀκούουσι μόνον, καὶ ταῦτα οἱ γενόμενοι κατὰ τὸν χρόνον ἐκεῖνον· οἱ δέ δεύτεροι καὶ τρίτοι τελέως ἄπειροι καὶ ὅ, τι ἄν εἴπῃ τις παραδέχονται ῥᾳδίως· ὁπότε τὸνΣκιρίτην μὲν λόχον ὀνομάζουσι Λακεδαιμονίων μηδεπώποτε γενόμενον, ὥς φησι Θουκυδίδης, Ἁρμόδιον δὲ καὶ Ἀριστογείτονα πάντων μάλιστα Ἀθηναῖοι τιμῶσιν, ὡς ἐλευθερώσαντας τὴν πόλιν καὶ ἀνελόντας τὸν τύραννον.
147
καὶ τί δεῖ τἀνθρώπεια λέγειν, ὅπου τὸν μὲν Οὐρανὸν τολμῶσι λέγειν καὶ πείθουσιν ὡς ἐκτμηθένταὑπὸ τοῦ Κρόνου, τὸν Κρόνον δὲ ὑπὸ τοῦ Διός; τοῦ γὰρ πρώτου καταλαβόντος, ὥσπερ εἴωθεν, ἄτοπον τὸ πεισθῆναί ἐστι. βούλομαι δὲ καὶ περὶ Ὁμήρου ἀπολογήσασθαι, ὡς οὐκ ἀνάξιον ὁμολογεῖν αὐτῷ ψευδομένῳ. πρῶτον μὲν γὰρ πολὺ ἐλάττω τὰ ψεύσματά ἐστι τῶν περὶ τοὺς θεούς· ἔπειτα ὠφέλειάν τινα εἶχε τοῖς τότε Ἕλλησιν, ὅπως μὴ θορυβηθῶσιν, ἐὰν γένηται πόλεμος αὐτοῖς πρὸς τοὺς ἐκ τῆς Ἀσίας, ὥσπερ καὶ προσεδοκᾶτο. ἀνεμέσητον δὲ Ἕλληνα ὄντα τοὺς ἑαυτοῦ πάντα τρόπον ὠφελεῖν.