139
ταῦτα δὲ οὐκ εἰκὸς ἦν πρᾶξαι φυγάδας ἀνθρώπους καὶ ταῖς οἴκοθεν ξυμφοραῖς καταβεβλημένους, ἀλλʼ ἀγαπᾶν, εἴ τις αὐτοὺς εἴα κατοικεῖν· ἄλλως τε μετὰ ποίας ἀφορμῆς ἀφικομένους χρημάτων ἢ στρατιᾶς διὰ μέσων τῶν πολεμίων φεύγοντας, ἐμπεπρησμένης τῆς πόλεως, πάντων ἀπολωλότων, ὅπου χαλεπὸν ἦν τὰ σώματα αὐτὰ διασῶσαι τοὺς ἰσχύοντας καὶ νέους, ἀλλʼ οὐ μετὰ παίδων, γυναικῶν καὶ γονέων καὶ χρημάτων ἀπανίστασθαι, καὶ ταῦτα ἀδοκήτως τε καὶ παρʼ ἐλπίδας ἁλούσης τῆς πόλεως, οὐχ ὥσπερ εἰώθασι κατὰ σπονδὰς κατʼ ὀλίγον ἐκλείπειν;
140
ἀλλὰ τὸ γενόμενον δυνατὸν γενέσθαι. τὸν δὲ Ἕκτορά φασιν, ὡς ἀπέπλευσαν οἱ Ἀχαιοί, πολλοῦ πλήθους εἰς τὴν πόλιν συνεληλυθότος καὶ μηδὲ τῶν ἐπικούρων ἀπιέναι βουλομένων ἁπάντων, ἔτι δὲ ὁρῶντα τὸν Αἰνείαν οὐκ ἀνεχόμενον, εἰ μὴ μέρος λάβοι τῆς ἀρχῆς· ταῦτα γὰρ ὑποσχέσθαι τὸν Πρίαμον αὐτῷ διαπολεμήσαντι τὸν πόλεμον καὶ ἐκβαλόντι τοὺς Ἀχαιούς· οὕτω δὴ τὴν ἀποικίαν στεῖλαι χρημάτων τε οὐ φεισάμενον καὶ πλῆθος ὁπόσον αὐτὸς ἐβούλετο πέμψαντα μετὰ πάσης προθυμίας.
141
λέγειν δὲ αὐτὸν ὡς ἄξιος μὲν εἴη βασιλεύειν καὶ μηδὲν καταδεεστέραν ἀρχὴν ἔχειν τῆς αὑτοῦ, προσήκειν δὲ μᾶλλον ἑτέραν κτήσασθαι γῆν· εἶναι γὰρ οὐκ ἀδύνατον πάσης κρατῆσαι τῆς Εὐρώπης· τούτων δὲ οὕτως γενομένων ἐλπίδας ἔχειν τοὺς ἀπʼ αὐτῶν ἄρχειν ἑκατέρας τῆς ἠπείρου, ἐφʼ ὅσον ἂν σώζηται τὸ γένος.