137
τὰ μὲν δὴ τῶν Ἑλλήνων μετὰ τὸν πόλεμον εἰστοῦτο ἦλθε δυστυχίας καὶ ταπεινότητος, τὰ δὲ τῶν Τρώων πολὺ κρείττονα καὶ ἐπικυδέστερα ἐγένετο. τοῦτο μὲν γὰρ Αἰνείας ὑπὸ Ἕκτορος πεμφθεὶς μετὰ στόλου καὶ δυνάμεως πολλῆς Ἰταλίαν κατέσχε τὴν εὐδαιμονεστάτην χώραν τῆς Εὐρώπης· τοῦτο δὲ Ἕλενος εἰς μέσην ἀφικόμενος τὴν Ἑλλάδα Μολοττῶν ἐβασίλευσε καὶ τῆς ἠπείρου πλησίον Θετταλίας. καίτοι πότερον εἰκὸς ἦν τοὺς ἡττηθέντας ἐπιπλεῖν ἐπὶ τὴν τῶν κρατησάντων χώραν καὶ βασιλεύειν παρʼ αὐτοῖς ἢ τοὐναντίον τοὺς κρατήσαντας ἐπὶ τὴν τῶν ἡττημένων;
138
πῶς δέ, εἴπερ ἁλούσης Τροίας ἔφευγον οἱ περὶ τὸν Αἰνείαν καὶ τὸν Ἀντήνορα καὶ τὸν Ἕλενον, οὐ πανταχόσε μᾶλλον ἔφευγονἢ εἰς τὴν Ἑλλάδα καὶ τὴν Εὐρώπην, οὐδὲ τόπον τινὰ ἠγάπων καταλαβόντες τῆς Ἄσίας, ἀλλʼ εὐθὺς ἐπὶ τὴν ἐκείνων ἔπλεον ὑφʼ ὧν ἀνάστατοι ἐγένοντο; πῶς δὲ ἐβασίλευσαν ἅπαντες οὐ σμικρῶν οὐδὲ ἀνωνύμων χωρίων; ἐξὸν αὐτοῖς καὶ τὴν Ἑλλάδα κατασχεῖν; ἀλλʼ ἀπείχοντο διὰ τοὺς ὅρκους. ὅμως δὲ Ἕλενος οὐκ ὀλίγον αὐτῆσἀπετέμετο, τὴν Ἤπειρον· Ἀντήνωρ δὲ Ἑνετῶν ἐκράτησε καὶ γῆς ἀρίστης τῆς περὶ τὸν Ἀδρίαν· Αἰνείας δὲ πάσης Ἰταλίας ἐβασίλευσε καὶ πόλιν ᾤκισε τὴν μεγίστην πασῶν.