134
Ὀδυσσεὺς δὲ ἐβράδυνεν ἑκών, τὰ μὲν αἰσχυνόμενος, τὰ δʼ ὑποπτεύων τὰ πράγματα. καὶ διὰ τοῦτο ἐπὶ μνηστείαν ἐτράπησαν τῆς Πηνελόπης καὶ τῶν κτημάτων ἁρπαγὴν ἡ τῶν Κεφαλλήνων νεότης. καὶ οὐδεὶς ἐβοήθει τῶν φίλων τῶν Ὀδυσσέως οὐδὲ Νέστωρ οὕτως ἐγγύθεν. ἅπαντες γὰρ ἦσαν ταπεινοὶ καὶ φαύλως ἔπραττον οἱ τῆς στρατείας μετασχόντες. τοὐναντίον δὲ ἐχρῆν δεινοὺς ἅπασι φαίνεσθαι τοὺς νενικηκότας καὶ μηδένα αὐτοῖς ἐπιχειρεῖν.
135
Μενέλαος δὲ τὸ παράπαν οὐχ ἧκεν εἰς Πελοπόννησον, ἀλλʼ ἐν Αἰγύπτῳ κατέμεινεν. καὶ σημεῖά γε ἔστιν ἄλλα τε τῆς ἀφίξεως καὶ νομὸς ἀπʼ αὐτοῦ καλούμενος, οὐκ ἂν εἰ πεπλανημένος καὶ πρὸς ὀλίγον ἀφίκετο. γήμας δὲ τὴν τοῦ βασιλέως θυγατέρα καὶ διηγήσατο τοῖς ἱερεῦσι τὰ τῆς στρατείας οὐθὲν ἀποκρυπτόμενος. οἱ δέ φασιν ὅτι καὶ τὴν Ἑλένην ἐκεῖθεν ἔλαβεν, λόγον ἁπάντων ἀπιστότατον· τέως δὲ ἐλάνθανεν εἴδωλον ἐκ τῆς Τροίας ἔχων· ὅ τε πόλεμος συνεστήκει περὶ εἰδώλου τὰ δέκα ἔτη.
136
σχεδὸν δὲ καὶ Ὅμηρος ἐπίσταται τοῦτο καὶ αἰνίττεται, φήσας τὸν Μενέλαον μετὰ τὴν τελευτὴν ὑπὸ τῶν θεῶν εἰς τὸ Ἠλύσιον πεδίον πεμφθῆναι, ὅπου μήτε νιφετὸς γίγνεται μήτε χειμών, ἀλλʼ αἰθρία δι’ ἔτους καὶ πρᾷος ἀήρ· ὁ γὰρ ἐπὶ τῆς Αἰγύπτου τόπος τοιοῦτός ἐστιν. δοκοῦσι δέ μοι καὶ τῶν ὕστερον ποιητῶν τινες ὑποπτεῦσαιτὰ πράγματα. τὴν γὰρ Ἑλένην ἐπιβουλευθῆναι μὲν ὑπὸ Ὀρέστου λέγει τις τῶν τραγῳδοποιῶν εὐθὺς ἐλθοῦσαν, γενέσθαι δὲ ἀφανῆ τῶν ἀδελφῶν ἐπιφανέντων. τοῦτο δὲ οὐκ ἄν ποτε ἐποίησεν, εἰ ἐφαίνετο ἡ Ἑλένη κατοικήσασα ὕστερον ἐν τῇ Ἑλλάδι καὶ τῷ Μενελάῳ συνοῦσα.