80
ἵνα δὲ φαίνοιτο μεγαλόφρων, οὐ προσέβλεπε τοὺς προσιόντας, ἀλλʼ ὑπερεώρα καὶ ἠτίμαζεν. ἐκ δὲ τούτου πᾶσιν ἀπηχθάνετο, πάντας δὲ ὑπενόει. καθημένη δὲ ἀτρεμίζειν οὐκ ἐδύνατο, θαμινὰ δὲ κύκλῳ περιέβλεπε καὶ ἀνεπήδα πολλάκις ἐκ τοῦ θρόνου. τὸ δὲ χρυσίον αἴσχιστα ἐφύλαττεν ἐν τοῖς κόλποις, πάλιν δὲ ἐρρίπτει φοβηθεῖσα ἀθρόον, εἶτʼ εὐθὺς ἥρπαζεν ὅ,τι ἔχοι τις τῶν παριόντων καὶ τὸ βραχύτατον.
81
ἡ δὲ ἐσθὴς παντοδαπή, τοῦτο μὲν ἁλουργίδων, τοῦτο δὲ φοινικῶν, τοῦτο δὲ κροκωτῶν· ἦσαν δὲ καὶ λευκοί τινες φαινόμενοι τῶν πέπλων· πολλὰ δὲ καὶ κατέρρηκτο τῆς στολῆς. χρώματα δὲ παντοδαπὰ ἠφίει, φοβουμένη καὶ ἀγωνιῶσα καὶ ἀπιστοῦσα καὶ ὀργιζομένη, καὶ ποτὲ μὲν ὑπὸ λύπης ταπεινή, ποτὲ δὲ ὑφʼ ἡδονῆς μετέωρος ἑωρᾶτο, καὶ νῦν μὲν ἐγέλα τῷ προσώπῳ πάνυ ἀσελγῶς, πάλιν δὲ εὐθὺς ἐθρήνει.
82
ἦν δὲ καὶ ὅμιλος περὶ αὐτὴν γυναικῶν οὐδὲν ἐκείναις ὁμοίων, αἷς ἔφην εἶναι περὶ τὴν Βασιλείαν, ἀλλʼ Ὠμότης καὶ Ὕβρις καὶ Ἀνομία καὶ Στάσις, αἳ πᾶσαι διέφθειρον αὐτὴν καὶ κάκιστα ἀπώλλυον. ἀντὶ δὲ Φιλίας Κολακεία παρῆν, δουλοπρεπὴς καὶ ἀνελεύθερος, οὐδεμιᾶς ἧττον ἐπιβουλεύουσα ἐκείνων, ἀλλὰ μάλιστα δὴ πάντων ἀπολέσαι ζητοῦσα.
83
ὡς δὲ καὶ ταῦτα ἱκανῶς τεθέατο, πυνθάνεται αὐτοῦ ὁ Ἑρμῆς πότερα αὐτὸν ἀρέσειε τῶν πραγμάτων καὶ ποτέρα τῶν γυναικῶν. ἀλλὰ τὴν μὲν ἑτέραν, ἔφη, θαυμάζω καὶ ἀγαπῶ, καὶ δοκεῖ μοι θεὸς ἀληθῶς εἶναι, ζήλου καὶ μακαρισμοῦ ἀξία, ταύτην δὲ τὴν ὑστέραν ἐχθίστην ἔγωγε ἡγοῦμαι καὶ μιαρωτάτην, ὥστε ἥδιστα ἂν αὐτὴν ὤσαιμι κατὰ τούτου τοῦ σκοπέλου καὶ ἀφανίσαιμι. ταῦτʼ οὖν ἐπῄνεσεν ὁ Ἑρμῆς καὶ τῷ Διὶ ἔφρασεν.