6
ὁ γοῦν Τιμόθεος, εἰ καθάπερ πολεμικόν τινα διελθεῖν ᾔδει νόμον, οὕτως ἠπίστατο αὔλημα δικαίαν καὶ φρόνιμον καὶ σώφρονα τὴν ψυχὴν καὶ φιλάνθρωπον δυνάμενον παρασχεῖν, μὴ πρὸς ὅπλα ὁρμῶσαν μόνον, ἀλλὰ ἐπί τε εἰρήνην καὶ ὁμόνοιαν καὶ θεῶν τιμὰς καὶ ἀνθρώπων ἐπιμέλειαν, τοῦ παντὸς ἂν ἦν ἄξιος Ἀλεξάνδρῳ παρεῖναί τε καὶ ἐπαυλεῖν, οὐ θύοντι μόνον,
7
ἀλλὰ καὶ ἄλλως, ὁπότε ἢ πενθῶν ἀκρίτως τύχοι παρὰ τὴν ἀξίαν καὶ τὸ πρέπον ἤ κολάζων πικρότερον τοῦ νομίμου καὶ ἐπιεικοῦς ἢ χαλεπαίνωντοῖς αὑτοῦ φίλοις τε καὶ ἑταίροις ἢ ὑπερορῶν τοὺς θνητούς τε καὶ ἀληθεῖς γονέας.
8
ἀλλὰ γὰρ οὐ πᾶσαν ἴασιν οὐδὲ ὠφέλειαν ὁλόκληρον ἠθῶν ἱκανὴ παρασχεῖν ἡ μουσικῆς ἐπιστήμη τε καὶ ἕξις· οὐ γὰρ οὖν, ὥς φησιν ὁ ποιητής, οὐδʼ Ἀσκληπιάδαις τοῦτό γʼ ἔδωκε θεός· μόνος δὲ ὁ τῶν φρονίμων τε καὶ σοφῶν λόγος, οἷοι γεγόνασιν οἱ πολλοὶ τῶν πρότερον, ἀνενδεὴς καὶ τέλειος ἡγεμὼν καὶ βοηθὸς εὐπειθοῦς καὶ ἀγαθῆς φύσεως, πρὸς πᾶσαν ἀρετὴν παραμυθούμενός τε καὶ ἄγων ἐμμελῶς.
9
τίς ἂν οὖν πρέπουσα καὶ ἀξία φανείη διατριβὴ τῆς σῆς προθυμίας,καὶ πόθεν ἂν εὕροιμεν ἡμεῖς τέλειον οὕτω λόγον, ἄνδρες ἀλῆται καὶ αὐτουργοὶ τῆς σοφίας, πόνοις τε καὶ ἔργοις ὅσον δυνάμεθα χαίροντες τὰ πολλά, τοὺς δʼ αὖ λόγους παρακλήσεως ἕνεκεν φθεγγόμενοι πρὸς αὑτοὺς καὶ τῶν ἄλλων ἀεὶ τὸν ἐντυγχάνοντα; ὥσπερ οἱ κινοῦντες καὶ μεταφέροντες οὐκ εὔφορον βάρος φθέγγονταί τε καὶᾅδουσιν ἡσυχῇ τὸ ἔργον παραμυθούμενοι, ἐργάται ὄντες, οὐκ ᾠδοί τινες οὐδὲ ποιηταὶ μελῶν.