131
ἔτι δὲ τοὺς μὲν φοβουμένους καὶ φεύγοντας ἐκ τῆς πολεμίας ἀπιέναι τὴν ταχίστην· τοὺς δὲ νικῶντας καὶ διακινδυνεύειν μένοντας· τοὺς δὲ κρατοῦντας καὶ πρὸς τοῖς αὑτῶν ἔχοντας τοσοῦτον πλῆθος αἰχμαλώτων καὶ χρημάτων περιμένειν τὴν ἀσφαλεστάτην ὥραν, ἅτε καὶ αὐτῆς τῆς γῆς κρατοῦντας καὶ πολλὴν ἁπάντων ἀφθονίαν ἔχοντας, ἀλλὰ μὴ δέκα ἔτη περιμείναντας διαφθαρῆναι παρʼ ὀλίγον. αἵ τε οἴκοι συμφοραὶ καταλαβοῦσαι τοὺς ἀφικομένους οὐχ ἥκιστα δηλοῦσι τὸ πταῖσμα καὶ τὴν ἀσθένειαν αὐτῶν·
132
οὐ πάνυ γὰρ εἰώθασιν ἐπιτίθεσθαι τοῖς νικῶσιν οὐδὲ τοῖς εὐτυχοῦσιν, ἀλλὰ τούτους μὲν θαυμάζουσι καὶ φοβοῦνται, τῶν δὲ ἀποτυχόντων καταφρονοῦσιν οἵ τε ἔξωθεν καί τινες τῶν ἀναγκαίων. φαίνεται δὲ Ἀγαμέμνων ὑπὸ τῆς γυναικὸς ὑπεροφθεὶς διὰ τὴν ἧτταν, ὅ τε Αἴγισθος ἐπιθέμενος αὐτῷ καὶ κρατήσας ῥᾳδίως, οἵ τε Ἀργεῖοι καταλαβόντες τὸ πρᾶγμα καὶ τὸν Αἴγισθον βασιλέα ἀποδείξαντες, οὐκ ἄν εἰ μετὰ τοσαύτης δόξης καὶ δυνάμεως ἀφικόμενον τὸν Ἀγαμέμνονα ἀπέκτεινε, κρατήσαντα τῆς Ἀσίας.
133
ὅ τε Διομήδης ἐξέπεσεν οἴκοθεν, οὐθενὸς ἔλαττον εὐδοκιμῶν ἐν τῷ πολέμῳ, καὶ Νεοπτόλεμος εἴτε ὑπὸ Ἑλλήνων εἴτε ὑπὸ ἄλλων τινῶν· μετʼ οὐ πολὺ δὲ καὶ πάντες ἐξέπεσον ἐκ τῆς Πελοποννήσου, καὶ κατελύθη τὸ τῶν Πελοπιδῶν γένος διʼ ἐκείνην τὴν ξυμφοράν, οἱ δʼ Ἡρακλεῖδαι, πρότερον ἀσθενεῖς ὄντες καὶ ἀτιμαζόμενοι, κατῆλθον μετὰ Δωριέων.