119
μετὰ δὲ ταῦτα ὁ μὲν Ἕκτωρ ἀντέλεγε· πολὺ γὰρ εἶναι κρείττους καὶ τὸ ἐπιτείχισμα ἔφη κατὰ κράτος αἱρήσειν· μάλιστα δὲ ἐχαλέπαινε τῇ Ἀλεξάνδρου τελευτῇ. δεομένου δὲ τοῦ πατρὸς καὶ τὸ γῆρας τὸ αὑτοῦ λέγοντος καὶ τῶν παίδων τὸν θάνατον, τοῦ τε ἄλλου πλήθους ἀπηλλάχθαι βουλομένου, τὰς μὲν διαλύσεις συνεχώρησεν· ἠξίου δὲ τοὺς Ἀχαιοὺς τά τε χρήματα διαλῦσαι τὰ δαπανηθέντα εἰς τὸν πόλεμον καὶ δίκην τινὰ ὑποσχεῖν, ὅτι μηθὲν ἀδικηθέντες ἐστρατεύσαντο, καὶ τήν τε χώραν διέφθειραν πολλοῖς ἔτεσι καὶ ἄνδρας ἀγαθοὺς ἄλλους τε καὶ Ἀλέξανδρον, οὐδὲν ὑπʼ αὐτοῦ παθόντες, ἀλλʼ ὅτι κρείττων ἐνομίσθη κατὰ μνηστείαν καὶ γυναῖκα ἔλαβεν ἐκ τῆς Ἑλλάδος τῶν κυρίων διδόντων.
120
ὁ δὲ Ὀδυσσεύς, οὗτος γὰρ ἐπρέσβευε περὶ τῆς εἰρήνης, παρῃτεῖτο, ἐπιδεικνὺς ὅτι οὐχ ἥττω δεδράκασιν ἢ πεπόνθασιν, καὶ τὴν αἰτίαν ἐκείνοις ἀνετίθει τοῦ πολέμου· μηδὲν γὰρ δεῖν Ἀλέξανδρον τοσούτων οὐσῶν κατὰ τὴν Ἀσίαν γυναικῶν, τὸν δὲ εἰς τὴνἙλλάδα ἐλθόντα μνηστεύειν καὶ ἀπελθεῖν καταγελάσαντα τῶν ἀρίστων παρʼ αὐτοῖς, πλούτῳ νικήσαντα· συμβῆναι γὰρ οὐχ ἁπλῶς τὴν μνηστείαν, ἀλλὰ ἐπιβουλεύειν αὐτὸν τοῖς ἐκεῖ πράγμασι διὰ τούτου μὴ λανθάνειν αὐτούς· ὥστε τὸ λοιπὸν ἠξίου παύσασθαι, τοσούτων κακῶν γεγονότων ἀμφοτέροις, καὶ ταῦτα ἐπιγαμίας τεοὔσης καὶ συγγενείας τοῖς Ἀτρείδαις πρὸς αὐτοὺς διὰ Πέλοπα.