108
τοὺς δὲ Ἀχαιοὺς ὁρᾶν ἅπαντας ὥσπερ ἐπὶ θέαν παρόντας καὶ μηδένα βοηθεῖν τῷ Ἀχιλλεῖ, τοιαῦτα πεπονθότας ὑπὸ τοῦ Ἕκτορος καὶ μισοῦντας αὐτόν, ὥστε καὶ νεκρὸν τιτρώσκειν. ἔπειτα Δηίφοβον ἐξελθόντα τοῦ τείχους, μᾶλλον δὲ Ἀθηνᾶν παραλογίσασθαι αὐτόν, εἰκασθεῖσαν Δηιφόβῳ, καὶ τὸ δόρυ κλέψαι τὸ τοῦ Ἕκτορος ἐν τῇ μάχῃ, οὐδὲ ὅπως ἀποκτείνῃ τὸν Ἕκτορα εὑρίσκων, τρόπον τινὰ ἰλιγγιῶν περὶ τὸ ψεῦδος καὶ τῷ ὄντι ὡς ἐν ὀνείρατι μάχην διηγούμενος. μάλιστα γοῦν προσέοικε τοῖς ἀτόποις ἐνυπνίοις τὰ περὶ τὴν μάχην ἐκείνην.
109
εἰς τοῦτο δὲ προελθὼν ἀπεῖπε λοιπόν, οὐκ ἔχων ὅ,τι χρήσηται τῇ ποιήσει καὶ τοῖς ψεύσμασι δυσχεραίνων ἀγῶνά τινα προσθεὶς ἐπιτάφιον, καὶ τοῦτο πάνυ γελοίως, καὶ τὴν Πριάμου βασιλέως εἰς τὸ στρατόπεδον ἄφιξιν παρὰ τὸν Ἀχιλλέα, μηδενὸς αἰσθομένου τῶν Ἀχαιῶν, καὶ τὰ λύτρα τοῦ Ἕκτορος. καὶ οὔτε τὴν τοῦ Μέμνονος βοήθειαν οὔτε τὴν τῶν Ἀμαζόνων, οὕτως θαυμαστὰ καὶ μεγάλα, ἐτόλμησεν εἰπεῖν, οὔτε τὸν τοῦ Ἀχιλλέως θάνατον οὔτε τὴν ἅλωσιν τῆς Τροίας.
110
οὐδὲ γὰρ ὑπέμεινεν οἶμαι πάλαι τεθνηκότα τὸν Ἀχιλλέα ποιεῖν πάλιν ἀναιρούμενον, οὐδὲ νικῶντας τοὺς ἡττηθέντας καὶ φεύγοντας, οὐδὲ τὴν κρατήσασαν πόλιν, ταύτην πορθουμένην. οἱ δὲ ὕστερον ἅτε ἐξηπατημένοι καὶ τοῦ ψεύδους ἰσχύοντος ἤδη θαρροῦντες ἔγραφον. τὰ δὲ πράγματα οὕτως ἔσχεν.