89
τέλος δὲ τὴν τάφρον διαβαινομένην καὶ τὸ ναύσταθμον πολιορκούμενον καὶ ῥηγνυμένας ὑπὸ τοῦ Ἕκτορος τὰς πύλας καὶ τοὺς Ἀχαιοὺς εἰς τὰς ναῦς ἤδη κατειλημένους καὶ περὶ τὰς σκηνὰς πάντα τὸν πόλεμον καὶ τὸν Αἴαντα ἄνωθεν μαχόμενον ἀπὸ τῶν νεῶν καὶ τέλος ἐκβληθέντα ὑπὸ τοῦ Ἕκτορος καὶ ἀναχωρήσαντα καὶ τῶν νεῶν τινας ἐμπρησθείσας.
90
ἐνταῦθα γὰρ οὐκ ἔστιν Αἰνείας ὑπὸ Ἀφροδίτης ἁρπαζόμενοσοὐδὲ Ἄρης ὑπὸ ἀνδρὸς τιτρωσκόμενος οὐδὲ ἄλλο τοιοῦτον οὐθὲν ἀπίθανον, ἀλλὰ πράγματα ἀληθῆ καὶ ὅμοια γεγονόσι. μεθʼ ἣν ἧτταν οὐκέτι ἦν ἀναμάχεσθαι δυνατὸν οὐδὲ θαρρῆσαί ποτε τοὺς οὕτως ἀπειρηκότας ὡς μήτε ὑπὸ τῆς τάφρου μήτε ὑπὸ τοῦ ἐρύματος ὠφεληθῆναι μηθὲν μήτε αὐτὰς διαφυλάξαι τὰς ναῦς.
91
ποία γὰρ ἔτι τηλικαύτη δύναμις ἢ τίς οὕτως ἀνὴρ ἄμαχος καὶ θεοῦ ῥώμην ἔχων, ὃς ἐπιφανεὶς ἐδύνατο σῶσαι τοὺς ἀπολωλότας ἤδη; τὸ γὰρ τῶν Μυρμιδόνων πλῆθος πόσον τι πρὸς τὴν σύμπασαν ἦν στρατιάν; ἢ τὸ τοῦ Ἀχιλλέως σθένος, οὐ δήπου τότε πρῶτον μέλλοντος μάχεσθαι, πολλάκις δὲ ἐν πολλοῖς τοῖς ἔμπροσθενἔτεσιν εἰς χεῖρας ἐλθόντος, καὶ μήτε τὸν Ἕκτορα ἀποκτείναντος μήτε ἄλλο μηθὲν εἰργασμένου μέγα, εἰ μή γε Τρωίλον παῖδα ἔτι ὄντα τὴν ἡλικίαν ἑλόντος;