86
τῇ δʼ ὑστεραίᾳ τῷ μὲν Ἀγαμέμνονι χαρίζεταί τινα ἀριστείαν ἀνόνητον καὶ τῷ Διομήδει καὶ τῷ Ὀδυσσεῖ καὶ Εὐρυπύλῳ, καὶ τὸν Αἴαντά φησι μάχεσθαι προθύμως, εὐθὺς δὲ τοὺς Τρῶας ἐπικρατῆσαι καὶ τὸν Ἕκτορα ἐλαύνειν ἐπὶ τὸ τεῖχος τῶν Ἀχαιῶν καὶ τὰς ναῦς. καὶ ταῦτα μὲν λέγων δῆλός ἐστιν ὅτι ἀληθῆ λέγει καὶ τὰ γενόμενα ὑπʼ αὐτῶν τῶν πραγμάτων προαγόμενος· ὅταν δὲ αὔξῃ τοὺς Ἀχαιούς, πολλῆς ἀπορίας μεστός ἐστι καὶ πᾶσι φανερὸς ὅτι ψεύδεται· τὸν μὲν Αἴαντα δὶς κρατῆσαι τοῦ Ἕκτορος μάτην, ὁτὲ μὲν τῇ μονομαχίᾳ, πάλιν δὲ τῷ λίθῳ, τὸν δὲ Διομήδην τοῦ Αἰνείου, μηδὲ τούτου μηδὲν πράξαντος, ἀλλὰ τοὺς ἵππους μόνον λαβόντος, ὅπερ ἦν ἀνεξέλεγκτον.
87
οὐκ ἔχων δὲ ὅ, τι αὐτοῖς χαρίσηται τὸν Ἄρην καὶ τὴν Ἀφροδίτην φησὶ τρωθῆναι ὑπὸ τοῦ Διομήδους. ἐν οἷς ἅπασι δῆλός ἐστιν εὔνους μὲν ὢν ἐκείνοις καὶ βουλόμενος αὐτοὺς θαυμάζειν, οὐκ ἔχων δὲ ὅ,τι εἴπῃ ἀληθές, διὰ τὴν ἀπορίαν εἰς ἀδύνατα ἐμπίπτων καὶ ἀσεβῆ πράγματα, ὃ πάσχουσιν ὡς τὸ πολὺ πάντες ὅσοι τῇ ἀληθείᾳ μάχονται.
88
ἀλλʼ οὐ περὶ τοῦ Ἕκτορος ὁμοίως ἀπορεῖ ὅ,τι εἴπῃ μέγα καὶ θαυμαστόν, ὥς γε οἶμαι τὰ γενόμενα διηγούμενος· ἀλλὰ φεύγοντας μὲν προτροπάδην ἅπαντας καὶ κατʼ ὄνομα τοὺς ἀρίστους, ὅταν φῇ μήτε Ἰδομενέα μένειν μήτε Ἀγαμέμνονα μήτε τοὺς δύο Αἴαντας, ἀλλὰ Νέστορα μόνον ὑπʼ ἀνάγκης, καὶ τοῦτον ἁλῶναι παρʼ ὀλίγον· ἐπιβοηθήσαντα δὲ τὸν Διομήδην καὶ πρὸς ὀλίγον θρασυνόμενον, ἔπειτα εὐθὺς ἀποστραφέντα φεύγειν, ὡς κεραυνῶν δῆθεν εἰργόντων αὐτόν·