73
ἰδὼν οὖν αὐτὴν ὁ Ἡρακλῆς ᾐδέσθη τε καὶ ἠρυθρίασεν, τιμῶν καὶ σεβόμενος, ὡς ἂν ἀγαθὸς παῖς μητέρα γενναίαν. καὶ ἤρετο τίς ἐστι θεῶν τὸν Ἑρμῆν· ὁ δὲ εἶπεν, Αὕτη σοι μακαρία δαίμων Βασιλεία, Διὸς βασιλέως ἔκγονος. ὁ δὲ Ἡρακλῆς ἐχάρη καὶ ἐθάρρησε πρὸς αὐτήν. καὶ αὖθις ἐπήρετο τὰς σὺν αὐτῇ γυναῖκας. τίνες εἰσίν; ἔφη· ὡς εὐσχήμονες καὶ μεγαλοπρεπεῖς καὶ ἀρρενωποί.
74
ἥδε μέν, ἔφη, σοι ἡ προσορῶσα γοργόν τε καὶ πρᾷον, ἐκ δεξιῶν καθημένη, Δίκη, πλείστῳ δὴ καὶ φανερωτάτῳ λάμπουσα κάλλει. παρὰ δὲ αὐτὴν Εὐνομία, πάνυ ὁμοία καὶ μικρὸν διαφέρουσα τὸ εἶδος.
75
ἐκ δὲ τοῦ ἐπὶ θάτερα μέρους γυνὴ σφόδρα ὡραία καὶ ἁβρῶς ἐσταλμένη καὶμειδιῶσα ἀλύπως· εἰρήνην καλοῦσιν αὐτήν· ὁ δʼ ἐγγὺς οὗτος ἑστηκὼς τῆς Βασιλείας παρʼ αὐτὸ τὸ σκῆπτρον ἔμπροσθεν ἰσχυρὸς ἀνήρ, πολιὸς καὶ μεγαλόφρων, οὗτος δὴ καλεῖται Νόμος, ὁ δὲ αὐτὸς καὶ λόγος ὀρθὸς κέκληται, σύμβουλος καὶ πάρεδρος, οὗ χωρὶς οὐδὲν ἐκείναις πρᾶξαι θέμις οὐδὲ διανοηθῆναι.
76
ταῦτα μὲν οὖνἀκούων καὶ ὁρῶν ἐτέρπετο καὶ προσεῖχε τὸν νοῦν, ὡς οὐδέποτε αὐτῶν ἐπιλησόμενος. ἐντεῦθεν δὴ ἐπεὶ κατιόντες ἐγένοντο κατὰ τὴν τυραννικὴν εἴσοδον, Δεῦρο, ἔφη, θέασαι καὶ τὴν ἑτέραν, ἧς ἐρῶσιν οἱ πολλοὶ καὶ περὶ ἧς πολλὰ καὶ παντοδαπὰ πράγματα ἔχουσι, φονεύοντες οἱ ταλαίπωροι, παῖδές τε γονεῦσι πολλάκις ἐπιβουλεύοντεσκαὶ γονεῖς παισὶ καὶ ἀδελφοὶ ἀδελφοῖς, τὸ μέγιστον κακὸν ἐπιποθοῦντες καὶ μακαρίζοντες, ἐξουσίαν μετὰ ἀνοίας.