62
ὅ τε Ἀγαμέμνων ἐκείνου μὲν ἧττον ἐφρόντιζε, τὸν Ἀλέξανδρον δὲ ἐφοβεῖτο καὶ ὑπώπτευε μήποτε ἀντιποιήσηται τῶν ἐν τῇ Ἑλλάδι πραγμάτων, προσηκόντων αὐτῷ διὰ τὸν γάμον. οὕτω δὴ καὶ τοὺς ἄλλους συγκαλεῖ τοὺς μνηστῆρας τῆς Ἑλένης, καὶ ἔφη ὑβρισθῆναι αὐτοὺς ἅπαντας, καὶ τὴν Ἑλλάδα καταφρονηθῆναι, καὶ τὴν ἀρίστην γυναῖκα οἴχεσθαι εἰς τοὺς βαρβάρους ἐκδοθεῖσαν, ὡς οὐδενὸς ὄντος ἀξίου παρʼ αὐτοῖς.
63
ταῦτα λέγων τὸν μὲν Τυνδάρεων παρῃτεῖτο καὶ συγγνώμην ἔχειν ἐκέλευε· παραλογισθῆναι γὰρ αὐτὸν ὑπὸ δώρων· τὸν δὲ Ἀλέξανδρον αἴτιον ἁπάντων ἀπέφαινε καὶ τὸν Πρίαμον· καὶ παρεκάλει συστρατεύειν ἐπὶ τὴν Τροίαν· πολλὰς γὰρ ἐλπίδας ἔχειν αἱρήσειν αὐτὴν συναραμένων ἁπάντων. γενομένου δὲ τούτου πολλὰ χρήματα διαρπάσειν αὐτοὺς καὶ χώρας κρατήσειν τῆς ἀρίστης. εἶναι γὰρ τὴν μὲν πόλιν πλουσιωτάτην ἁπασῶν, τοὺς δὲ ἀνθρώπους ὑπὸ τρυφῆς διεφθαρμένους· ἔχειν δὲ καὶ συγγενεῖς πολλοὺς ἐν τῇ Ἀσίᾳ τοὺς ἀπὸ Πέλοπος, οἳ συμπράξουσιν αὐτῷ, μισοῦντες τὸν Πρίαμον.
64
ταῦτα δὴ ἀκούοντες, οἱ μέν τινες ὠργίζοντο καὶ ἀτιμίαν τῷ ὄντι ἐνόμιζον τῆς Ἑλλάδος τὸ γεγονός, οἱ δέ τινες ἤλπιζον ὠφεληθήσεσθαι ἀπὸ τῆς στρατείας· δόξα γὰρ ἦν τῶν ἐν τῇ Ἀσίᾳ πραγμάτων ὡς μεγάλων καὶ πλούτου ὑπερβάλλοντος. εἰ μὲν οὖν ἡττήθησαν ὑπὸ τοῦ Μενελάου μνηστεύοντες τὴν Ἑλένην, οὐκ ἂν ἐφρόντισαν, ἀλλὰ τοὐναντίον ἐφήδεσθαι ἔμελλον αὐτῷ· νῦν δὲ τὸν Ἀλέξανδρον ἐμίσουν ἅπαντες, αὐτὸς ἕκαστος ἡγούμενος ἀφῃρῆσθαι τοῦ γάμου. οὕτω δὲ τῆς στρατείας γενομένης, πέμψας ὁ Ἀγαμέμνων ἀπῄτει τὴν Ἑλένην· προσήκειν γὰρ αὐτὴν Ἑλληνίδα οὖσαν γαμηθῆναί τινι τῶν Ἑλλήνων.