59
τοῦτο μὲν γὰρ παρόντα τὸν Μενέλαον πῶς ταῦτα ἔλαθε γιγνόμενα; τοῦτο δὲ ἀπόντος ἀνδρὸς γυναῖκα εἰς ὁμιλίαν ἀφικνεῖσθαι ξένῳ ἀνδρὶ πῶς εἰκός τοῦτο δὲ μηδὲ τῶν ἄλλων μηδένα αἰσθέσθαι τὴν ἐπιβουλὴν ἢ αἰσθομένους κρύψαι, προσέτι δὲ τὴν Αἴθραν τὴν τοῦ Θησέως μητέρα συναπᾶραι αὐτῇ αἰχμάλωτονοὖσαν; — οὐ γὰρ ἱκανὸν ἦν Πιτθέως θυγατέρα οὖσαν ἐν Σπάρτῃ δουλεύειν, ἀλλʼ ᾑρεῖτο ἀκολουθεῖν εἰς Τροίαν,
60
ὁ δὲ Ἀλέξανδρος ἀδεῶς καὶ μετὰ τοσαύτης ἐξουσίας ἔπραττε τὸ πρᾶγμα, ὥστε οὐκ ἦν ἱκανὸν αὐτῷ τῆν γυναῖκα ἀπαγαγεῖν, ἀλλὰ καὶ τὰ χρήματα προσεπέθετο — καὶ μηδὲ ἐπαναχθῆναι μηδένα αὐτῷ, μήτε τῶν τοῦ Μενελάου μήτε τῶν τοῦ Τυνδάρεω μήτε τοὺς ἀδελφοὺς τῆς Ἑλένης, καὶ ταῦτα νεῶν οὐσῶν ἐν τῇ Λακωνικῇ, ἔτι δὲ πρότερον πεζῇ ἀπὸ Σπάρτης ἐπὶ θάλατταν κατιόντων, παραχρῆμα, ὡς εἰκός, περιβοήτου γενομένης τῆς ἁρπαγῆς; καὶ οὕτω μὲν οἰ δυνατὸν ἐλθεῖν Ἑλένην μετὰ Ἀλεξάνδρου· γάμῳ δὲ παρʼ ἑκόντων δοθεῖσαν τῶν οἰκείων.
61
οὕτω γὰρ εὔλογον ἦν τήν τε Αἴθραν ἀφικέσθαι μετʼ αὐτῆς καὶ τὰ χρήματα κομισθῆναι. οὐδὲν γὰρ τούτων ἁρπαγῆς, ἀλλὰ πολὺ μᾶλλον γάμου σημεῖόν ἐστιν. ἐπεὶ δέ, ὡς ἔφην, γαμήσας ὁ Ἀλέξανδρος ἀπηλλάγη μετʼ αὐτῆς, ὅ τε Μενέλαος ἠνιᾶτο τῆς μνηστείας ἀποτυχὼν καὶ τὸν ἀδελφὸν ᾐτιᾶτο, καὶ ἔφη προδοθῆναι ὑπʼ αὐτοῦ,