68
φαίνεται μὲν οὖν, ὅπερ ἔφην, τοῖς πολλοῖς, ἅτε ὁρῶσι μακρόθεν, ἄμφω μία τε καὶ ἐν ταὐτῷ σχεδόν, ὑπερέχει δὲ ἡ βασίλειος κορυφὴ τοσοῦτον ὥστʼ ἐκείνη μὲν ἐπάνω τῶν νεφῶν ἐστιν, ἐν αὐτῷ τῷ τε καθαρῷ καὶ αἰθρίῳ ἀέρι, ἡ δὲ ἑτέρα πολὺ κατωτέρω, περὶ αὐτὴν μάλιστα τὴν τῶν νεφῶν συστροφήν, σκοτεινὴ καὶ ἀχλυώδης.
69
ἄγων οὖν ἐκεῖσε ὁ Ἑρμῆς ἐπέδειξε τὴν φύσιν τοῦ χωρίου. τοῦ δὲ Ἡρακλέους, ἅτε νέου καὶ φιλοτίμου, προθυμουμένου θεάσασθαι τἄνδον, Οὐκοῦν ἕπου, φησίν, ἵνα καὶ σαφῶς ἴδῃς τὴν διαφορὰν τῶν ἄλλων, ἃ λανθάνει τοὺς ἀνοήτους.
70
ἐπεδείκνυεν οὖν αὐτῷ πρῶτον ἐπὶ τῆς μείζονος κορυφῆς καθημένην ἐν θρόνῳ λαμπρῷ γυναῖκα εὐειδῆ καὶ μεγάλην, ἐσθῆτι λευκῇ κεκοσμημένην, σκῆπτρον ἔχουσαν οὐ χρυσοῦν οὐδὲ ἀργυροῦν, ἀλλʼ ἑτέρας φύσεως καθαρᾶς καὶ πολὺ λαμπροτέρας, ὁποίαν μάλιστα τὴν Ἥραν γράφουσι·
71
τὸ δὲ πρόσωπον φαιδρὸν ὁμοῦ καὶ σεμνόν, ὡς τοὺς μὲν ἀγαθοὺς ἅπαντας θαρρεῖν ὁρῶντας, κακὸν δὲ μηδένα δύνασθαι προσιδεῖν, μὴ μᾶλλον ἢ τὸν ἀσθενῆ τὴν ὄψιν ἀναβλέψαι πρὸς τὸν τοῦ ἡλίου κύκλον· καθεστηκὸς δὲ καὶ ὅμοιον αὐτῆς τὸ εἶδος ὁρᾶσθαι καὶ τὸ βλέμμα οὐ μετατρεπόμενον·
72
πολλὴν δʼ εὐφημίαν τε καὶ ἡσυχίαν ἀθόρυβον κατέχειν τὸν τόπον. ἦν δὲ ἅπαντα μεστὰ καρπῶν τε καὶ ζῴων εὐθηνούντων ἀπὸ παντὸς γένους· παρῆν δὲ καὶ χρυσὸς αὐτόθι ἄπλετος σεσωρευμένος καὶ ἄργυρος καὶ χαλκὸς καὶ σίδηρος. οὐ μὴν ἐκείνη γε οὐδὲν τῷ χρυσῷ προσεῖχεν οὐδὲ ἐτέρπετο, ἀλλὰ μᾶλλον τοῖς καρποῖς τε καὶ ζῴοις.