36
ἐνταῦθά φησι περὶ μόνης ἐρεῖν τῆς τοῦ Ἀχιλλέως μήνιδος καὶ τὰς συμφορὰς καὶ τὸν ὄλεθρον τῶν Ἀχαιῶν, ὅτι πολλὰ καὶ δεινὰ ἔπαθον καὶ πολλοὶ ἀπώλοντο καὶ ἄταφοι ἔμειναν, ὡς ταῦτα μέγιστα τῶν γενομένων καὶ ἄξια τῆς ποιήσεως, καὶ τὴν τοῦ Διὸς βουλὴν ἐν τούτοις φησὶ τελεσθῆναι, ὥσπερ οὖν καὶ συνέβη· τὴν δὲ ὕστερον μεταβολὴν τῶν πραγμάτων καὶ τὸν τοῦ Ἕκτορος θάνατον, ἃ ἔμελλε χαριεῖσθαι, οὐ φαίνεται ὑποθέμενος, οὐδὲ ὅτι ὕστερον ἑάλω τὸ Ἴλιον· ἴσως γὰρ οὐκ ἦν πω βεβουλευμένος ἀναστρέφειν ἅπαντα.
37
ἔπειτα βουλόμενος τὴν αἰτίαν εἰπεῖν τῶν κακῶν, ἀφεὶς τὸν Ἀλέξανδρον καὶ τὴν Ἑλένην περὶ Χρύσου φλυαρεῖ καὶ τῆς ἐκείνου θυγατρός. ἐγὼ οὖν ὡς ἐπυθόμην παρὰ τῶν ἐν Αἰγύπτῳ ἱερέων ἑνὸς εὖ μάλα γέροντος ἐν τῇ Ὀνούφι, ἄλλα τε πολλὰ τῶν Ἑλλήνων καταγελῶντος ὡς οὐθὲν εἰδότων ἀληθὲς περὶ τῶν πλείστων, καὶ μάλιστα δὴ τεκμηρίῳ τούτῳ χρωμένου ὅτι Τροίαν τέ εἰσι πεπεισμένοι ὡς ἀλοῦσαν ὑπὸ Ἀγαμέμνονος καὶ ὅτι Ἑλένη συνοικοῦσα Μενελάῳ ἠράσθη Ἀλεξάνδρου· καὶ ταῦτα οὕτως ἄγαν πεπεισμένοι εἰσὶν ὑφʼ ἑνὸς ἀνδρὸς ἐξαπατηθέντες ὥστε καὶ ὀμόσαι ἕκαστος.
38
ἔφη δὲ πᾶσαν τὴν πρότερον ἱστορίαν γεγράφθαι παρʼ αὐτοῖς, τὴν μὲν ἐν τοῖς ἱεροῖς, τὴν δʼ ἐν στήλαις τισί, τὰ δὲ μνημονεύεσθαι μόνον ὑπʼ ὀλίγων, τῶν στηλῶν διαφθαρεισῶν, πολλὰ δὲ καὶ ἀγνοεῖσθαι τῶν ἐν ταῖς στήλαις γεγραμμένων διὰ τὴν ἀμαθίαν τε καὶ ἀμέλειαν τῶν ἐπιγιγνομένων· εἶναι δὲ καὶ ταῦτα ἐν τοῖς νεωτάτοις τὰ περὶ τὴν Τροίαν· τὸν γὰρ Μενέλαον ἀφικέσθαι παρʼ αὐτοὺς καὶ διηγήσασθαι ἅπαντα ὡς ἐγένετο.