32
ὁπότε τὸν ποταμὸν αὐτῷ πεποίηκε μαχόμενον ὑπὲρ τοῦ λέγειν τι θαυμαστόν, ἔτι δὲ τοῦ Ἡφαίστου καὶ τοῦ Σκαμάνδρου μάχην καὶ τῶν ἄλλων θεῶν πρὸς ἀλλήλους, τροπάς τε καὶ ἥττας καὶ τραύματα ἐπιθυμῶν ὅ, τι εἴποι μέγα καὶ θαυμαστόν, ὑπὸ ἀπορίας πραγμάτων τοσούτων ἔτι καὶ τηλικούτων ἀπολειπομένων.
33
ἀνάγκη οὖν ἐκ τούτων ὁμολογεῖν ἢ ἀγνώμονα Ὅμηρον καὶ φαῦλον κριτὴν τῶν πραγμάτων, ὥστε τὰ ἐλάττω καὶ ταπεινότερα αἱρεῖσθαι, καταλιπόντα ἄλλοις τὰ μέγιστά τε καὶ σπουδαιότατα, ἢ μὴ δύνασθαι αὐτόν, ὅπερ εἶπον, ἰσχυρίζεσθαι τὰ ψευδῆ, μηδʼ ἐν τούτοις ἐπιδεικνύναι τὴν ποίησιν ἃ ἐβούλετο κρύψαι ὅπως γέγονεν.
34
οὕτως γὰρ καὶ ἐν Ὀδυσσείᾳ τὰ μὲν περὶ τὴν Ἰθάκην καὶ τὸν θάνατον τῶν μνηστήρων αὐτὸς λέγει, τὰ δὲ μέγιστα τῶν ψευσμάτων οὐχ ὑπέμεινεν εἰπεῖν, τὰ περὶ τὴν Σκύλλαν καὶ τὸν Κύκλωπα καὶ τὰ φάρμακα τῆς Κίρκης, ἔτι δὲ τὴν εἰς ᾅδου κατάβασιν τοῦ Ὀδυσσέως, ἀλλὰ τὸν Ὀδυσσέα ἐποίησε διηγούμενον τοῖσπερὶ τὸν Ἀλκίνοον· ἐκεῖ δὲ καὶ τὰ περὶ τὸν ἵππον καὶ τὴν ἅλωσιν τῆς Τροίας διεξιόντα τὸν Δημόδοκον ἐν ᾠδῇ διʼ ὀλίγων ἐπῶν.
35
δοκεῖ δέ μοι μηδὲ προθέσθαι ταῦτα τὴν ἀρχήν, ἅτε οὐ γενόμενα, προϊούσης δὲ τῆς ποιήσεως, ἐπεὶ ἑώρα τοὺς ἀνθρώπους ῥᾳδίως πάντα πειθομένους, καταφρονήσας αὐτῶν καὶ ἅμα χαριζόμενοστοῖς Ἕλλησι καὶ τοῖς Ἀτρείδαις πάντα συγχέαι καὶ μεταστῆσαι τὰ πράγματα εἰς τοὐναντίον. λέγει δὲ ἀρχόμενος, μῆνιν ἄειδε, θεά, Πηληιάδεω Ἀχιλῆος οὐλομένην, ἣ μυρίʼ Ἀχαιοῖς ἄλγἐ ἔθηκε, πολλὰς δʼ ἰφθίμους ψυχὰς ἄϊδι προΐαψεν ἡρώων· αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν οἰωνοῖσί τε πᾶσι· Διὸς δʼ ἐτελείετο βουλή.