23
τὸ δὲ μῶλυ εἰπὼν ὅπως οἱ θεοὶ λέγουσιν, οὐκέτι προστίθησι τὸ παρὰ τοῖς ἀνθρώποις ὄνομα· καὶ τὸν ποταμὸν εἰπὼν ὅτι οὐ Σκάμανδρος ἀλλὰ Ξάνθος ὀνομάζοιτο παρʼ αὐτοῖς, οὕτως ἤδη ἐν τοῖς ἔπεσι χρῆται, ὡς ἐξὸν αὐτῷ, μὴ μόνον τὰς τῶν Ἑλλήνων φωνὰς μιγνύειν, μηδὲ τοῖς σφόδρα ἀρχαίοις μόνον, ἀλλὰ καὶ τοῖς δαιμονίοις χρῆσθαι ὀνόμασι, καὶ ποτὲ μὲν αἰολίζοντα ποτὲ δὲ δωρίζοντα, πάλιν δὲ ἰάζοντα διαλέγεσθαι, καθάπερ οἶμαι θετταλίζοντα ἢ κρητίζοντα, οἱονεὶ τὴν ἀγορὰν ἐκάλει λιμένα, Θετταλῶν ἀκούσας.
24
οὕτω μὲν γὰρ σκοποῦσι πάνυ σμικρὰ καὶ ὀλίγου ἄξια φαίνεται, ἃ ἐγώ φημι αὐτὸν ἐψεῦσθαι. τῷ γὰρ ὄντι ἀνθρώπινα ψεύσματα καὶ λίαν πιθανὰ πρὸς θείαν καὶ ἀμήχανον φύσιν.
24
ταῦτα δέ μοι εἴρηται, ὥσπερ ἤδη ἔφην, οὐ κατηγορίας ἕνεκεν, ἀλλʼ ὅτι ἀνδρειότατος ἦν ἀνθρώπων πρὸς τό ψεῦδος Ὅμηρος καὶ οὐχ ἧττον ἐθάρρει καὶ ἐσεμνύνετο ἐπὶ τῷ ψεύδεσθαι ἢ τῷ τἀληθῆ λέγειν. οὕτω γὰρ σκοποῦσιν οὐδὲν ἔτι φαίνεται παράδοξον οὐδὲ ἄπιστον τῶν ὑπʼ ἐμοῦ δεικνυμένων, ἀλλὰ σμικρὰ καὶ ἀνθρώπεια ψεύσματα πρὸς θεῖα καὶ μεγάλα.
24
ἐπιχειρήσας γὰρ τὸν πόλεμον εἰπεῖν τὸν γενόμενον τοῖς Ἀχαιοῖς πρὸς τοὺς Τρῶας, οὐκ εὐθὺς ἤρξατο ἀπὸ τῆς ἀρχῆς, ἀλλʼ ὅθεν ἔτυχεν· ὃ ποιοῦσι πάντες οἱ ψευδόμενοι σχεδόν, ἐμπλέκοντες καὶ περιπλέκοντες καὶ οὐθὲν βουλόμενοι λέγειν ἐφεξῆς· ἧττον γὰρ κατάδηλοί εἰσιν· εἰ δὲ μή, ὑπʼ αὐτοῦ τοῦ πράγματος ἐξελέγχονται.