22
τούτοις δὲ ἐπέθηκε τὸν κολοφῶνα σχεδόν· ἵνα γὰρ μὴ ἀπορῶμεν ὅπως ξυνίει τῶν θεῶν, οὕτως διαλέγεται ἡμῖν σχεδὸν ὡς ἔμπειρος τῆς τῶν θεῶν γλώττης, καὶ ὅτι οὐχ ἡ αὐτή ἐστι τῇ ἡμετέρᾳ οὐδὲ τὰ αὐτὰ ὀνόματα ἐφʼ ἑκάστῳ λέγουσιν ἅπερ καὶ ἡμεῖς. ἐνδείκνυται δὲ ταῦτα ἐπὶ ὀρνέου τινός, ὅ φησι τοὺς μὲν θεοὺς χαλκίδα καλεῖν, τοὺς δὲ ἀνθρώπους κύμινδιν, καὶ ἐπὶ τόπου τινὸς πρὸ τῆς πόλεως, ὃν τοὺς μὲν ἀνθρώπους Βατίειαν ὀνο- μάζειν, τοὺς δὲ θεοὺς Σῆμα Μυρίνης.
22
πέρας δὴ ἐπιτέθεικεν· ὥσπερ γὰρ τοῖς βαρβάροις διαλέγονται οἱ δίγλωττοι καλούμενοι καὶ ἑρμηνεύοντες αὐτοῖς τὰ παρʼ ἡμῶν, οὕτως Ὅμηρος ἡμῖν διαλέγεται, τὰ παρὰ τῶν θεῶν ἑρμηνεύων, ὥσπερ ἐπιστάμενος τὴν θείαν διάλεκτον· πρῶτον μὲν ὅτι οὐχ ἡ αὐτή ἐστι τῇ ἡμετέρᾳ οὐδὲ τὰ αὐτὰ παρά τε ἡμῖν καὶ παρʼ ἐκείνοις ὀνόματα, ἔπειτα ἐξηγούμενος περί τινων, ὅπως οἱ θεοὶ νομίζουσιν, οἷον ὅτι τὴν χαλκίδα κύμινδιν οἱ θεοὶ καλοῦσι· τόπον δέ τινα πρὸ τῆς πόλεως, Βατίειαν ὀνομαζόμενον σῆμα Μυρίνης.
23
περὶ δὲ τοῦ ποταμοῦ φράσας ἡμῖν ὅτι οὐ Σκάμανδρος ἀλλὰ Ξάνθος λέγοιτο παρὰ τοῖς θεοῖς, αὐτὸς οὕτως ἤδη ἐν τοῖς ἔπεσιν ὀνομάζει, ὡς οὐ μόνον ἐξὸν αὐτῷ τὰς ἄλλας γλώττας μιγνύειν τὰς τῶν Ἑλλήνων, καὶ ποτὲ μὲν αἰολίζειν, ποτὲ δὲ δωρίζειν, ποτὲ δὲ ἰάζειν, ἀλλὰ καὶ διαστὶ διαλέγεσθαι. ταῦτα δέ μοι εἴρηται, ὥσπερ δὴ ἔφην, οὐ κατηγορίας ἕνεκεν, ἀλλʼ ὅτι ἀνδρειότατος ἀνθρώπων ἦν πρὸς τὸ ψεῦδος Ὅμηρος καὶ οὐθὲν ἧττον ἐθάρρει καὶ ἐσεμνύνετο ἐπὶ τῷ ψεύδεσθαι ἢ τῷ τἀληθῆ λέγειν.