7
αὐτοὺς γὰρ οἶμαι τοὺς Ἀργείους μὴ ἂν ἐθέλειν ἄλλως γεγονέναι τὰ περὶ τὸν Θυέστην καὶ τὸν Ἀτρέα καὶ τοὺς Πελοπίδας, ἀλλʼ ἄχθεσθαι σφόδρα, ἐάν τις ἐξελέγχῃ τοὺς μύθους τῶν τραγῳδῶν, λέγων ὅτι οὔτε Θυέστης ἐμοίχευσε τὴν τοῦ Ἀτρέως οὔτε ἐκεῖνος ἀπέκτεινε τοὺς τοῦ ἀδελφοῦ παῖδας οὐδὲ κατακόψας εἱστίασε τὸν Θυέστην οὔτε Ὀρέστης αὐτόχειρ ἐγένετο τῆς μητρός. ἅπαντα ταῦτα εἰ λέγοι τις, χαλεπῶς ἂν φέροιεν ὡς λοιδορούμενοι.
8
τὸ δὲ αὐτὸ τοῦτο κἂν Θηβαίους οἶμαι παθεῖν, εἴ τις τὰ παρʼ αὐτοῖς ἀτυχήματα ψευδῆ ἀποφαίνοι, καὶ οὔτε τὸν πατέρα Οἰδίπουν ἀποκτείναντα οὔτε τῇ μητρὶ συγγενόμενον οὔθʼ ἑαυτὸν τυφλώσαντα οὔτε τοὺς παῖδας αὐτοῦ πρὸ τοῦ τείχους ἀποθανόντας ὑπʼ ἀλλήλων, οὔθʼ ὡς ἡ Σφὶγξ ἀφικομένη κατεσθίοι τὰ τέκνα αὐτῶν, ἀλλὰ τοὐναντίον ἥδονται ἀκούοντες καὶ τὴν Σφίγγα ἐπιπεμφθεῖσαν αὐτοῖς διὰ χόλον Ἥρας καὶ τὸν Λάιον ὑπὸ τοῦ υἱέος ἀναιρεθέντα καὶ τὸν Οἰδίπουν ταῦτα ποιήσαντα καὶ παθόντα τυφλὸν ἀλᾶσθαι,
9
καὶ πρότερον ἄλλου βασιλέως αὐτῶν καὶ τῆς πόλεως οἰκιστοῦ, Ἀμφίονος, τοὺς παῖδας, ἀνθρώπων καλλίστους γενομένους, κατατοξευθῆναι ὑπὸ Ἀπόλλωνος καὶ Ἀρτέμιδος· καὶ ταῦτα καὶ αὐλούντων καὶ ᾀδόντων ἀνέχονται παρʼ αὑτοῖς ἐν τῷ θεάτρῳ, καὶ τιθέασιν ἆθλα περὶ τούτων, ὃς ἂν οἰκτρότατα εἴπῃ περὶ αὐτῶν ἢ αὐλήσῃ· τὸν δὲ εἰπόντα ὡς οὐ γέγονεν οὐδὲν αὐτῶν ἐκβάλλουσιν.